1

 2

 3

 4

2

ἀλλ' οὕτω καρτερῶς καὶ εὐτόνως ἐνέστησαν πρὸς τὴν ῥαγδαίαν καὶ ἀφόρητον τοῦ διαβόλου βίαν, ὡς ἐν λιθίνοις καὶ σιδηροῖς, ἀλλ' οὐκ ἐν φθαρτοῖς καὶ θνητοῖς ἀγωνιζόμενοι σώμασιν, ὡς ἤδη πρὸς τὴν ἀπαθῆ καὶ ἀθάνατον μεταστάντες φύσιν, τὴν οὐκ εἴκουσαν ταῖς πικραῖς καὶ ὀδυνηραῖς τοῦ σώματος ἀνάγκαις. Καθάπερ γάρ τινες ἄγριοι θῆρες καὶ ὠμοὶ καὶ ἀνήμεροι τὰ σώματα κυκλώσαντες πανταχόθεν οἱ δήμιοι διώρυττον τὰς πλευρὰς, κατέξαινον τὰς σάρκας, ἐξεκάλυπτον ὀστᾶ καὶ παρεγύμνουν, καὶ οὐδὲν αὐτοὺς τῆς ὠμότητος ἵστησι καὶ τῆς ἀπανθρωπίας ἐκείνης· ἀλλὰ καὶ νώτων ἁψάμενοι καὶ σπλάγχνων, καὶ εἰς τὰ ἐνδότατα εἰσελθόντες, τὸν ἐναποκείμενον αὐτοῖς τῆς πίστεως οὐχ εὗρον συλῆσαι θησαυρὸν, ἀλλὰ ταυτὸν ἔπαθον, οἷον εἴ τινες πόλιν βασιλικωτάτην, καὶ πολλοῦ γέμουσαν πλούτου, καὶ ἱκανοὺς ἔχουσαν θησαυροὺς πολιορκοῦντες, καὶ καθελόντες αὐτῆς τὰ τείχη, καὶ πρὸς αὐτὰ τὰ ταμιεῖα τῶν χρημάτων ἐλθόντες, ἀνατρέψαιεν θύρας, καθέλοιεν μοχλοὺς, ἀνορύξαιεν ἔδαφος, πάντα διερευνησάμενοι, μὴ δυνηθεῖεν τὸν πλοῦτον αὐτῆς ἀφαρπάσαντες ἀπελθεῖν.

Τοιαῦτα γάρ ἐστι τῆς ψυχῆς τὰ κτήματα· οὐ προδίδοται τοῖς τοῦ σώματος πάθεσιν, ὅταν αὐτὰ κατέχῃ μετὰ ἀσφαλείας, ἀλλὰ κἂν αὐτά τις ἀναῤῥήξῃ τὰ στέρνα, καὶ κατὰ μικρὸν τὴν καρδίαν διέλοι λαβὼν, οὐ προήσεται τὸν ἅπαξ αὐτῇ παρὰ τῆς πίστεως ἐμπιστευθέντα θησαυρόν. Τοῦτο δὲ τῆς τοῦ Θεοῦ χάριτος γέγονε τῆς πάντα οἰκονομούσης, καὶ ἐν ἀσθενοῦσι σώμασι δυναμένης παράδοξα ἐπιτελεῖν. Καὶ τὸ δὴ θαυμαστότερον· οὐ γὰρ μόνον οὐδὲν ὑφείλοντο τοσαῦτα μανέντες τῶν ἐναποκειμένων αὐτοῖς θησαυρῶν, ἀλλὰ καὶ μετὰ πλείονος αὐτοὺς τῆς ἀσφαλείας φυλάττεσθαι ἐποίησαν, λαμπροτέρους τε αὐτοὺς καὶ εὐπορωτέρους εἰργάσαντο. Οὐκ ἔτι γὰρ ἡ ψυχὴ μόνη, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα πλείονος μετέλαβε τῆς χάριτος, καὶ οὐ μόνον οὐκ ἀπέβαλεν, ἣν εἶχε, μετὰ τὸ διατμηθῆναι καὶ κατακοπῆναι πολλάκις, ἀλλὰ καὶ ἐπεσπάσατο πλείονα καὶ μείζω τὴν ῥοπήν. Τί ταύτης γένοιτ' ἂν τῆς νίκης θαυμαστότερον, ὅτι οὓς κατεῖχον καὶ εἶχον ὑποχειρίους, καὶ δήσαντες ἔξαινον μετὰ ἐξουσίας, τούτους νικῆσαι οὐκ ἴσχυσαν, ἀλλ' ὑπὸ τούτων ἡττῶντο ἐλεεινῶς καὶ ἀθλίως; Οὐ γὰρ πρὸς αὐτοὺς ἐπολέμουν, ἀλλὰ πρὸς τὸν ἔνοικον αὐτῶν Θεόν· τὸν δὲ Θεῷ πολεμοῦντα ὅτι πᾶσα ἀνάγκη μετὰ πολλῆς ἡττᾶσθαι τῆς περιουσίας, δίκην διδόντα τῆς ἐπιχειρήσεως μόνης, παντί που δῆλόν ἐστι. 50.696 βʹ. Τοιαῦται τῶν ἁγίων αἱ νῖκαι. Εἰ δὲ τὰ ἀγωνίσματα καὶ τὰ παλαίσματα οὕτω θαυμαστὰ καὶ παράδοξα, τί ἂν εἴποιμεν περὶ τῶν ἐπάθλων καὶ στεφάνων τῶν ὑπὲρ τῆς αὐτῶν καρτερίας ἀποκειμένων αὐτοῖς; Οὐ γὰρ δὴ μέχρι τῶν βασάνων τούτων ἔστησαν, οὐδὲ ἐνταῦθα τὸν δρόμον κατέλυσαν, ἀλλὰ περαιτέρω τὰ σκάμματα αὐτοῖς ἐξετείνετο, τοῦ μὲν πονηροῦ δαίμονος τῇ προσθήκῃ τῶν τιμωριῶν προσδοκοῦντος ὑποσκελίζειν τοὺς ἀθλητὰς, τοῦ δὲ φιλανθρώπου Θεοῦ συγχωροῦντος καὶ οὐ κωλύοντος· ὥστε καὶ τὴν τῶν ἀπίστων μανίαν σαφεστέραν πᾶσιν ἐπιδειχθῆναι, καὶ τούτοις λαμπροτέρους καὶ πλείους πλακῆναι τοὺς στεφάνους. Καὶ καθάπερ ἐπὶ τοῦ Ἰὼβ γέγονεν καὶ τοῦ διαβόλου· ὁ μὲν πλείους ᾔτει κατ' αὐτοῦ παρὰ τοῦ Θεοῦ τιμωρίας, προσδοκῶν περιέσεσθαι τῇ προσθήκῃ τῶν δεινῶν τοῦ γενναίου τῆς εὐσεβείας ἀθλητοῦ· ὁ δὲ συνεχώρει, καὶ ἐχαρίζετο ταῖς πονηραῖς αἰτήσεσι τοῦ πονηροῦ δαίμονος, ἐπιφανέστερον τὸν αὑτοῦ ποιῶν ἀθλητήν· οὕτω δὴ καὶ ἐνταῦθα ἐγένετο. Ἐπειδὴ γὰρ θηρίου παντὸς χαλεπώτερον τὸ σῶμα αὐτῶν πανταχόθεν διεμασήσατο, καὶ τὴν γλῶτταν καὶ τὸ στόμα ᾕμαξεν, εἰ καὶ μὴ τοῖς αἵμασι τῶν ἁγίων, ἀλλὰ ταῖς ἀπανθρώποις καὶ ὠμαῖς ψήφοις ἐκείναις, ἡττηθεὶς ὑπὸ τῆς καρτερίας αὐτῶν, καὶ ἐμφορηθεὶς ἱκανῶς τῆς ἀπανθρώπου θοίνης ἐκείνης, καὶ κόρον λαβὼν ἀπῆλθεν.

Ὅρα γὰρ πόση τῶν ἁγίων ἡ ὑπομονὴ, ἣ τοσαύτην μανίαν τοῖς οἰκείοις ἐκόρεσε πάθεσιν. Ἐπῄει πάλιν ἐπαγωνιζόμενος τῇ μανίᾳ, καὶ πάντα τὰ θηρία δι'