2
Μὴ ἐχόντων καὶ αὐτῶν ἀποδοῦναι διὰ κατορθωμάτων καλῶν πράξεων, ἀμφοτέροις ἐχαρίσατο πίστιν λαβὼν, καὶ σχίσας τὸ χειρόγραφον. Εἰπὲ, τίς αὐτὸν πλεῖον ἀγαπήσει; Εἶτα ὁ Φαρισαῖος, Ὑπολαμβάνω, ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο, Καὶ δικαστὴς ἑαυτοῦ ὁ ὑπεύθυνος ἐγίνετο, καὶ τὸν ∆εσπότην ἐπαινέτην εὕρισκε λέγοντα· Ὀρθῶς 61.712 ἔκρινας. Ἄκουε λοιπόν· Βλέπεις ταύτην τὴν γυναῖκα τὴν ὀλιγότερά σου χρεωστήσασαν, καὶ πλείονα ξένια καὶ δῶρα προσκομίσασαν; βλέπεις ταύτην τὴν γυναῖκα τὴν πολλῶν ἀπώλειαν γενομένην; τὸν ἔμψυχον τάφον· τὸν περιφερόμενον θάνατον; Εἰσῆλθόν σου εἰς τὸν οἶκον· ὕδωρ, τὸ εὔωνον καὶ πᾶσι προκείμενον, ἐπὶ τοὺς πόδας μου οὐκ ἤνεγκας· αὕτη δὲ πηγὰς δακρύων ἐξ ὀμμάτων τοῖς ποσί μου προσήνεγκε.
Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ τὰ χείλη αὐτῆς τοῖς ἐμοῖς ποσὶν ὑπέστρωσεν. Ἐλαίῳ τὴν κεφαλήν μου, ὡς ἐλεηθεὶς παρ' ἐμοῦ, οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ τὸ σῶμα, τῇ δὲ πίστει τὴν θεότητά μου ἐμύρισεν. Οὗ χάριν λέγω σοι, ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί· ἵνα πληρωθῇ τὸ ἐν ψαλμοῖς εἰρημένον, Ἀφῆκας τὰς ἀνομίας τοῦ λαοῦ σου, καὶ τὸ ὑπὸ Ἰωάννου κηρυχθὲν, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.