1

 2

 3

 4

 5

 6

2

μοι κιθάρα. ∆ιὸ καὶ αὐτὰ ἔρχομαι φέρων, ἵνα τῇ αὐτῶν δυνάμει ἰσχὺν λόγων λαβὼν μετ' ἀγγέλων εἴπω· ∆όξα ἐν ὑψίστοις Θεῷ· μετὰ δὲ ποιμένων, Καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Σήμερον ὁ γεννηθεὶς ἀῤῥήτως ἐκ Πατρὸς, ἐκ παρθένου τίκτεται, ἀφράστως δι' ἐμέ. Ἀλλὰ τότε μὲν κατὰ φύσιν ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων ἐγεννήθη, ὡς ὁ γεννήσας οἶδε· σήμερον δὲ πάλιν παρὰ φύσιν ἐτέχθη, ὡς ἡ τοῦ ἁγίου Πνεύματος ἐπίσταται χάρις. Καὶ ἡ ἄνω αὐτοῦ γέννησις ἀληθὴς, καὶ ἡ κάτω γέννησις ἀψευδὴς, καὶ ἀληθῶς Θεὸς ἐκ Θεοῦ ἐγεννήθη, καὶ ἀληθῶς ἄνθρωπος ὁ αὐτὸς ἐκ παρθένου ἐτέχθη. Ἄνω μόνος ἐκ μόνου Μονογενὴς, κάτω μόνος ἐκ παρθένου μόνης Μονογενὴς ὁ αὐτός. Ὥσπερ γὰρ ἐπὶ τῆς ἄνω γεννήσεως ἀσεβὲς ἐννοῆσαι μητέρα· οὕτω βλάσφημόν ἐστιν ὑπολαβεῖν καὶ ἐπὶ τῆς κάτω γεννήσεως πατέρα. Ὁ Πατὴρ ἀῤῥεύστως ἐγέννησε, καὶ ἡ παρθένος ἀφθόρως ἔτεκεν· οὔτε γὰρ ὁ Θεὸς ῥεῦσιν ὑπέμεινε γεννήσας· θεοπρεπῶς γὰρ ἐγέννησεν· οὔτε ἡ παρθένος φθορὰν ὑπέμεινε τεκοῦσα· πνευματικῶς γὰρ ἔτεκεν.

Ὅθεν οὔτε ἡ ἄνω αὐτοῦ γέννησις ἐξήγησιν ἔχει, οὔτε ἡ ἐν 56.388 ὑστέροις καιροῖς πρόοδος πολυπραγμονεῖσθαι ἀνέχεται. Ὅτι μὲν γὰρ ἔτεκεν ἡ παρθένος, σήμερον οἶδα, καὶ ὅτι ἐγέννησεν ὁ Θεὸς ἀχρόνως, πιστεύω· τὸν δὲ τρόπον τῆς γεννήσεως σιωπῇ τιμᾷν μεμάθηκα, καὶ οὐ διὰ λόγων πολυπραγμονεῖν παρέλαβον. Ἐπὶ γὰρ Θεοῦ οὐ δεῖ τῇ φύσει τῶν πραγμάτων προσέχειν, ἀλλὰ τῇ δυνάμει τοῦ ἐνεργοῦντος πιστεύειν. Φύσεως γάρ ἐστι νόμος, ὅταν γυνὴ προσομιλήσασα γάμοις τέκῃ· ὅταν δὲ παρθένος ἀπειρόγαμος τεκοῦσα πάλιν παρθένος φανείη, ὑπὲρ φύσιν τὸ πρᾶγμα. Τὸ οὖν κατὰ φύσιν ζητείσθω, τὸ δὲ ὑπὲρ φύσιν σιγῇ τιμάσθω, οὐχ ὡς φευκτὸν, ἀλλ' ὡς ἀπόῤῥητον, καὶ σιωπῇ τιμᾶσθαι ἄξιον. Ἀλλ' ἀπονείματέ μοι συγγνώμην, παρακαλῶ, ἐν προοιμίοις καταπαῦσαι τὸν λόγον βουλομένῳ. ∆ειλὸς γὰρ ὢν πρὸς τὴν τῶν κρειττόνων ἔρευναν, πῶς ἢ ποῦ τρέψω τῶν λόγων τὰ πηδάλια οὐχ ἔχω. Τί γὰρ εἴπω, ἢ τί λαλήσω; Τὴν τεκοῦσαν ὁρῶ, τὸν τεχθέντα βλέπω, τὸν δὲ τρόπον τῆς γεννήσεως οὐ συνορῶ· νικᾶται γὰρ φύσις, νικᾶται καὶ τάξεως ὅρος, ὅπου Θεὸς βούλεται. Οὐ γὰρ κατὰ φύσιν γέγονε τὸ πρᾶγμα· ἀλλ' ὑπὲρ φύσιν τὸ θαῦμα· ἤργησε γὰρ ἡ φύσις, καὶ ἐνήργησε τοῦ ∆εσπότου τὸ βούλημα. Ὢ χάριτος ἀφράστου! Ὁ πρὸ αἰώνων Μονογενὴς, ὁ ἀναφὴς, καὶ ἁπλοῦς, καὶ ἀσώματος, ὑπεισῆλθέ μου τὸ φθαρτὸν καὶ ὁρατὸν σῶμα. ∆ιὰ τί; Ἵνα βλεπόμενος διδάξῃ, διδάξας δὲ πρὸς τὸ μὴ βλεπόμενον χειραγωγήσῃ. Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι τὸν ὀφθαλμὸν τῆς ἀκοῆς πιστότερον ποιοῦσιν, ὃ δὲ μὴ βλέπουσιν ἀμφιβάλλουσι, διὰ τοῦτο ἠνείχετο καὶ ὀφθαλμοῖς τὴν ἑαυτοῦ θέαν διὰ τοῦ σώματος παρασχεῖν, ἵνα λύσῃ τὴν ἀμφισβήτησιν. Καὶ τίκτεται ἐκ παρθένου ἀγνοούσης τὸ πρᾶγμα· οὔτε γὰρ συνήργησε πρὸς τὸ γινόμενον, οὔτε συνεβάλλετο πρὸς τὸ πραττόμενον, ἀλλ' ἦν ψιλὸν ὄργανον τῆς ἀποῤῥήτου αὐτοῦ δυνάμεως, μόνον εἰδυῖα, ὃ παρὰ τοῦ Γαβριὴλ ἐρομένη ἔμαθεν, ὅτι Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καί φησι· Τοῦτο βούλει μαθεῖν; Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Καὶ πῶς ἦν μετ' αὐτῆς, καὶ μικρὸν ὕστερον ἐξ αὐτῆς;

Ὥσπερ τεχνίτης εὑρὼν ὕλην χρησιμωτάτην, κάλλιστον ἀπεργάζεται σκεῦος· οὕτω καὶ ὁ Χριστὸς εὑρὼν τῆς παρθένου ἅγιον καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν, ἔμψυχον ἑαυτῷ κατεκόσμησε ναὸν, ὃν ἐβουλήθη τρόπον πλάσας τὸν ἄνθρωπον ἐν τῇ παρθένῳ, καὶ ἐνδυσάμενος αὐτὸν, σήμερον προῆλθεν, οὐκ αἰδεσθεὶς τὸ δυσειδὲς τῆς φύσεως. Οὐδὲ γὰρ ὕβριν ἔφερεν αὐτῷ, φορέσαι τὸ ἴδιον ἔργον· καὶ τὸ πλάσμα δὲ μεγίστην ἐκαρποῦτο δόξαν, ἔνδυμα τοῦ τεχνίτου γινόμενον. Ὥσπερ γὰρ παρὰ τὴν πρώτην πλάσιν ἀδύνατον ἦν συνεστάναι τὸν ἄνθρωπον, πρὶν ἢ τὸν πηλὸν εἰς τὰς χεῖρας αὐτοῦ ἐλθεῖν· οὕτω καὶ τὸ φθαρὲν σκεῦος ἀδύνατον μεταποιηθῆναι, εἰ μὴ γέγονεν ἔνδυμα τοῦ ποιήσαντος. 56.389 Ἀλλὰ τί εἴπω, ἢ τί λαλήσω; Ἐκπλήττει γάρ με τὸ θαῦμα. Ὁ Παλαιὸς ἡμερῶν παιδίον γέγονεν, ὁ ἐπὶ θρόνου ὑψηλοῦ καὶ