1

 2

 3

2

στέφανοι. Καὶ ταῦτα μὲν ὁ οὐρανὸς φυλάττειν προστέτακται περιμένων αὐτῶν ἐκεῖ τὴν ἀπόλαυσιν, κατέχει δὲ τούτους τέως ἡ γῆ. Ὁ οὐρανὸς δὲ καὶ .... παρελήφθη φαιδρότητος. Ἔσχε λαμπάδας πυρὸς τοὺς ἀστέρας, ἔσχε πλῆθος ἁγίων ἡ γῆ, ὡς ἐκεῖνος ἀγγέλων ἔχει δοξολογοῦντας. Οὗτοι οἱ μακάριοι μάρτυρες διὰ Χριστὸν κολασθέντες, στρεβλωθέντες, θηρίοις παραδοθέντες, πυρὶ καὶ ξίφει ἀναλωθέντες νῦν δορυφοροῦνται, τιμῶνται, δοξάζονται, ἐν οὐρανοῖς βασιλεύουσι, τὸν Θεὸν δυσωποῦσιν, ἁμαρτωλοῖς βοηθοῦσι, τὴν οἰκουμένην φυλάττουσι, πόλεις ἁγιάζουσιν, ἐρήμους πολίζουσιν, εὐλογοῦσι τὰς χώρας, λαοὺς συγκροτοῦσι, βαρβάρους ἀποστρέφουσι .... λειψάνοις μεριζομένης. ∆ῆλον δὲ τοῦτο ἐκ τῆς κατατεθείσης σήμερον κιβωτοῦ ἐχούσης τὸ μάννα, κιβωτοῦ τῆς ἀλλοφύλους νικώσης, κιβωτοῦ τῆς ἀσφαλεστέρας τοῦ Νῶε· ἡ μὲν γὰρ ἐπάνω τῶν ὑδάτων νηχομένη διεσώζετο, ἡ δὲ ἐν αὐτῷ τῷ θανάτῳ φερομένη λυτροῦται· διὰ γὰρ τοῦτο καὶ ἐν τοῖς κόλποις αὕτη τῆς γῆς καταχώννυται ψυχαγωγοῦσα καὶ τοὺς ἐν Ἅδῃ βυθιζομένους ἀνθρώπους. Τοιοῦτος σήμερον ὁ ἡμέτερος θησαυρός, τοιοῦτον ὁ οἶκος τῶν μαρτύρων ἐδέξατο πλοῦτον, τοιαύτην ὁ τόπος ἐκτήσατο χάριν.

Ἐνταῦθα τῆς ἁγιωσύνης λοιπὸν τὸ μύρον πηγάζει, ἐνταῦθα τῆς τῶν παθῶν θεραπείας διοδεύει τὰ ῥεῖθρα, ἔνθεν οἱ ὀχετοὶ τῶν ἰάσεων ῥέουσιν, ἔνθεν πόλις εὐφραίνεται πεινῶσα, ἔνθεν ποίμνια διψῶντα κορέννυται, ἔνθεν λαὸς συντρέχων ἁγιάζεται, ἔνθεν Χριστὸς σπλαγχνίζεται δοξαζόμενος. Ἐννόησον ὅσοι καὶ μαρ 305 τυρίου στέφανον ἀνεδήσαντο· οἱ μὲν γὰρ ἐμαστίχθησαν, οἱ δὲ εἰς δεσμωτήριον ἐνεκλείσθησαν, οἱ δὲ ἁλύσεσι περιέκειντο, οἱ δὲ πατρίδος ἐξέπεσαν, οἱ δὲ οὐσίαν ἀπέβαλον, οἱ δὲ πρὸς τὴν ὑπερορίαν μετῳκίσθησαν, οἱ δὲ ἐσφάγησαν, οἱ μὲν καὶ τῇ πείρᾳ, οἱ δὲ καὶ τῇ γνώμῃ· καὶ γὰρ δοράτων γυμνουμένων καὶ ξιφῶν ἠκονημένων καὶ ἀπειλῶν καθ' ἑκάστην ἡμέραν γιγνομένων καὶ τῶν ἐν ἀρχαῖς θυμοῦ πνεόντων καὶ φωνῶν ἐπανατεινομένων μυρία εἴδη καὶ κολάσεων καὶ τιμωριῶν οὐκ εἶξαν οὐδὲ ἐνέδωκαν, ἀλλ' ἔστησαν ἐπὶ τῆς πέτρας ἀκίνητοι πάντα ποιῆσαι καὶ παθεῖν αἱρούμενοι ὥστε μὴ κοινωνῆσαι τῇ παρανομίᾳ τῶν τὰ τοιαῦτα τετολμηκότων, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες· καὶ γὰρ καὶ γυναῖκες πρὸς τὸν ἀγῶνα ἀπεδύσαντο τοῦτον καὶ ἀνδρῶν πολλαχοῦ μᾶλλον ἠνδρίσαντο. Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ νέοι καὶ μειράκια κομιδῆ, ὧν γένοιτο .... ᾧ ἡ δόξα σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

338 Εἰκότως ἀγωνιῶ τοῖς τῆς δειλίας δεσμοῖς συνεχόμενος, πῶς ἐμπλήσω τὸ δίψος τῆς ὑμετέρας φιληκοΐας, ποίαν προθήσω τοῦ λόγου τὴν τράπεζαν, τίς γένωμαι λαὸν τοσοῦτον δεξιούμενος, ᾧ μόνος Χριστὸς ἐπαρκέσει πρὸς ἑστίασιν. ἐπὶ θύραις λοιπὸν ἡ τοῦ κόσμου χαρά, πλησιάζει ὁ λιμὴν τῆς δεσποτικῆς ἀναστάσεως. πάλιν θορυβεῖται 339 τῶν Ἰουδαίων τὸ ἀλόγιστον ἔθνος, πάλιν κατὰ τοῦ ποιμένος ὑλακτοῦσιν οἱ κύνες, πάλιν κατὰ τοῦ δεσπότου στασιάζουσιν οἱ δοῦλοι, πάλιν βουλεύονται κατὰ τοῦ φωτὸς οἱ τοῦ σκότους ἐργάται, πάλιν Ἰούδας μελετᾷ τὴν παράνομον πρᾶσιν, πάλιν ἑτοιμάζουσιν οἱ Ἰουδαῖοι ἀργύρια, ἵνα τῷ ᾅδῃ παραπέμψωσι τὸν ἐν νεκροῖς ἐλεύθερον καὶ μάθωσιν αἰχμαλωτιζόμενον θάνατον, ἵνα τιναχθῶσι τάφοι καὶ νεκροὶ πτερωθῶσι πρὸς ἔγερσιν, πάλιν μαθητὴς πιπράσκει, νομομαθεῖς δὲ ἀγοράζουσι καὶ λῃστὴς ἐπὶ σταυροῦ θεολογεῖ. Ἀλλὰ τῆς τοῦ προδότου φωνῆς μνημονεύσωμεν· «τί μοι θέλετε δοῦναι», φησίν, «κἀγὼ ὑμῖν παραδώσω αὐτόν». τί [σοι] θέλουσι δοῦναι, Ἰούδα; τὸ τῆς ἀγχόνης σχοινίον, τὸ ἐξώτερον σκότος, τῆς βασιλείας τὴν ἀλλοτρίωσιν, τὸν χωρισμὸν τῶν ἁγίων, τὸ ἀνέγερτον πτῶμα, ταῦτά σοι ἐκ τοῦ συναλλάγματος τοῦ πρὸς Ἰουδαίους τὰ κέρδη. [«τί μοι θέλετε δοῦναι;»] τί σοι δύνανται δοῦναι τοιοῦτον ὅσον μέλλεις ἀπολεῖν, παμπόνηρε; ἱνατί δὲ οὕτως ὀλίγου πιπράσκεις τὸν οὐρανοῦ καὶ γῆς ἀρχιτέκτονα, τὸν ἐν παλάμῃ τὰ σύμπαντα φέροντα; ὅτε τὸν δεσπότην σου ἐθεάσω τιμώμενον, σὺ τὸ πολυτίμητον