1

 2

 3

2

συγχώρησιν πλημμελημάτων ζητεῖς, οὐκ ἐπεξέρχομαι τὴν εὐγνωμοσύνην ἀπεκδεχόμενος. Οὐ τὰ πεπραγμένα διερευνῶ, ἀλλὰ ἀμνηστίας καλύπτω χειρί. Μόνον γνησίαν ἐπίδειξαι τὴν μετάνοιαν, καὶ πλουσίαν δέξαι μου τῶν οἰκτιρμῶν τὴν ἀπόλαυσιν. Μόνον μὴ στῆκε ἐν τῇ ἀγορᾷ τῶν κακῶν ὅλην τὴν ἡμέραν τῆς ζωῆς σου ἀργός· ἀλλὰ δεῦρο μετανοήσας τὰ ἔργα σου, εἰς τὸν ἀμπελῶνα τῶν προσταγμάτων μου, καὶ λήψῃ παρ' ἐμοῦ τὸν τῆς δικαιοσύνης μισθόν». Σπεύδει γὰρ ὁ λόγος ἀποδοῦναι τὸ δάνειον ὃ πρώην καλάμῳ γλώσσης ἐχειρογράφησεν, εἰπόντος τοῦ σωτῆρος τοῖς μαθηταῖς· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Συμφωνήσας δὲ αὐτοῖς ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Ἐξελθὼν δὲ περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἐν τῇ ἀγορᾷ ἑστῶτας ἀργούς, καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. Ἐξελθὼν δὲ περὶ τὴν ἕκτην καὶ τὴν ἐννάτην ὥραν ἐποίησεν ὡσαύτως. Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καί φησιν πρὸς αὐτούς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Λέγουσιν· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο.

Λέγει αὐτοῖς· Ὑπάγετε ἐργάζεσθαι εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. Ὀψίας δὲ γενομένης εἶπεν ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν». Αὕτη μὲν οὖν ἐστιν ἡ τοῦ σωτῆρος παραβολή. Ἡμεῖς δὲ συνετῶς τὰ λεγόμενα ἐρευνήσομεν, ἵνα καὶ τὸν ἀσύγχυτον τῆς πίστεως εὕρωμεν θησαυρόν, καὶ μάθωμεν τίς μὲν ὁ τούτου οἰκοδεσπότης, τίς δὲ ὁ ἀμπελὼν καὶ τίς ὁ μισθός, καὶ τίνες αἱ ὧραι καὶ <ἡ> ἡμέρα, καὶ τίνες οἱ ἐργάται καὶ τίς ὁ ἐπίτροπος. Οἶκος μὲν οὖν ὁ κόσμος ἐστίν. Ὁ δὲ οἰκοδεσπότης αὐτὸς ὁ Χριστὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ. Ἀμπελὼν αὐτοῦ ἐστιν νόμοι, προστάγματα, δικαιώματα, κρίματα. «Ἐξελθὼν ἅμα πρωΐ», ἐν τῇ τοῦ κόσμου ἀρχῇ, ἐμισθώσατο εἰς τὸν ἀμπελῶνα αὐτοῦ Ἄβελ τὸν εὐσεβῆ, Ἑνὼχ τὸν εὐάρεστον, Νῶε τὸν δίκαιον καὶ πάντας τοὺς μέχρι τοῦ κατακλυσμοῦ ζήσαντας εὐσεβῶς. «Συμφωνήσας αὐτοῖς ἐκ δηναρίου τὴν ἡμέραν». ∆ηνάριόν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, ἡ τοὺς βασιλικοὺς χαρακτῆρας ἔχουσα πατρός τε καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Ἡμέραν δὲ λέγει τὴν ἑκάστου ἐν τῷ κόσμῳ τούτῳ ζωήν. «Ἐξελθὼν περὶ τὴν τρίτην ὥραν» ἐμισθώσατο Ἀβραὰμ τὸν πιστότατον, Λὼτ τὸν φιλόξενον, Ἰσαὰκ τὸν ἐγκρατῆ, Ἰακὼβ τὸν καρτερόψυχον, τοὺς δώδεκα πατριάρχας καὶ πάντας τοὺς μέχρι Μωϋσέως θεοσεβήσαντας. «Ἐξελθὼν περὶ τὴν ἕκτην καὶ ἐννάτην ὥραν» ἀπέστειλεν εἰς τὸν ἀμπελῶνα τὸν Μωϋσῆν, τὸν Ἀαρών, τὸν τοῦ Ναυὴ Ἰησοῦν, τὸν Σαμουήλ, τὸν ∆αυίδ, τοὺς λοιποὺς προφήτας καὶ πάντας τοὺς μέχρι τῆς οἰκονομίας εὐαρεστήσαντας.

«Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν» καὶ τῷ κόσμῳ ἐπιδημήσας μετὰ σαρκὸς καὶ λέγων· «Ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον καὶ ἐλήλυθα εἰς τὸν κόσμον», εἶδεν πάντας τοὺς ἐθνικοὺς «ἑστῶτας ἀργούς». Ἑνδεκάτην ὥραν λέγει τὸ τέλος τοῦ αἰῶνος τούτου καὶ τῶν καιρῶν, περὶ ἧς Ἰωάννης φησίν· «Παιδία, ἐσχάτη ὥρα ἐστίν». Περὶ ταύτην τὴν ὥραν «εἶδεν αὐτούς», ὡς ἔφην, «ἀργοὺς ἑστῶτας, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Οἱ δὲ λέγουσιν· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο», οὐ πατέρες, οὐ πατριάρχαι, οὐ Μωϋσῆς ὁ νομοθέτης, οὐκ Ἠσαΐας ὁ θεολόγος, οὐκ Ἰερεμίας ὁ συμπαθής, οὐδεὶς τῶν λοιπῶν προφητῶν ἡμᾶς ἐμισθώσατο, οὐδεὶς ἡμῖν τὸν ἀμπελῶνα τῶν σῶν δικαιωμάτων ὑπέδειξεν. Ὢ τῆς θεϊκῆς φιλανθρωπίας καὶ ἀγαθότητος! Τοῖς μὲν γὰρ περὶ τὴν τρίτην καὶ τὴν ἕκτην ὥραν καὶ τὴν ἐννάτην ἑστῶσιν ἐν τῇ ἀγορᾷ ἀργοῖς οὐκ ἐγκαλεῖ· «Τί ἑστήκατε ἀργοί;» ∆ιὰ τί; Ἐπεὶ ἔχοντες πατέρας, πατριάρχας, προφήτας, ὁδηγούς, διδασκάλους πρὸς τὴν ἐργασίαν τῶν δεσποτικῶν ἐντολῶν, οὐκ ἠδύναντο λέγειν· «Ὅτι οὐδεὶς