2
σου· καὶ αὐτὸς προπορεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα. Τί ἐστιν, Ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα; Οἱ πατέρες τῶν Ἰουδαίων, ὁ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ οἱ δώδεκα πατριάρχαι, καὶ πάντες οἱ δίκαιοι, ὁρῶντες φιλαμαρτήμονα τὸν λαὸν, καὶ ἑτοίμως ἐκπορνεύοντα εἰς ἀλλοτρίους θεοὺς, ἀπεστρέφοντο αὐτοὺς ὡς τοιούτους. Ἀφ' οὗ δὲ Ἰωάννης ἐκήρυξε τὸ βάπτισμα τῆς μετανοίας, πολλοὶ ἐπεστράφησαν πρὸς τὸν Θεόν. Ὁρῶντες οὖν οἱ πατέρες αὐτῶν ἐπιστρέφοντας αὐτοὺς πρὸς τὸν Θεὸν, καὶ αὐτοὶ ἐπέστρεψαν τὰς καρδίας αὐτῶν πρὸς αὐτούς· καὶ τοῦτό ἐστι τὸ, Ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον, περιούσιον· περὶ οὗ ∆αβὶδ ὁ προφήτης προεκήρυξε λέγων· Αὕτη ἡ γενεὰ ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.
Ἔτι τὸν γέροντα Ζαχαρίαν ἡ κύησις τοῦ παιδὸς ἡ παράδοξος ἐκπλήττει, ἔτι πρὸς τὸν ὑπερώριον τοκετὸν δυσχεραίνει, μὴ λογισάμενος συνετῶς, ὅτι ὁ κεραμεὺς τῆς γαστρὸς δύναται τὴν πεπαλαιωμένην ἀνακαινίσαι μήτραν. ∆ιὸ καὶ πρὸς τὸν τῆς ἀπιστίας ἐξεκυλίσθη κρημνόν. Τοῦ γὰρ ἀγγέλου λέγοντος, Ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ τέξεταί σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην, ὁ Ζαχαρίας ἀπομάχεται τῷ λόγῳ, καί φησιν· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Πόθεν μοι, φησὶ, τὸ ἀσφαλὲς ὑπάρξει; ποῖόν μοι τῆς ἐπαγγελίας δύνασαι παραστῆσαι τεκμήριον; ∆εῖξόν μοι καὶ νῦν ῥάβδον, ὡς ἐπὶ Ἀαρὼν τοῦ ἀρχιερέως, ἀνθήσασαν, καὶ τότε σοι πιστεύσω ὅτι καὶ γῆρας δύναται καρποφορῆσαι παιδίον.
Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Τὰ ῥήματά σου χρηστά· τὸ δὲ ἐπάγγελμα δύσπιστον. Παῖδά μοι προξενεῖς, μετ' ἐλπίδας ἐλπίδα· ὁ τῆς ἀκμῆς μου παρελήλυθε χρόνος· τὸν τῆς νεότητος 50.788 ἀκάρπως κατανήλωσα βίον. Ὅτε ὡς ξύλον ἐγενόμην ξηρὸν, τότε καρποφορεῖν ἀναγκάζεις με· κυρτοβατῶν τὴν ἀγορὰν περιέρχομαι, οὐκ ἔτι πρὸς οὐρανὸν ἀνανεύειν ἰσχύω· πρὸς τὴν συγγενίδα γῆν κατασύρει με τὸ γῆρας· γῆ γάρ εἰμι, καὶ εἰς γῆν ἀπελεύσομαι· μόλις τὸ βῆμα τῶν ποδῶν μεταφέρω· οὐκ ἀρκοῦσιν οἱ δύο μοι πρὸς ἐπίβασιν πόδες· ἀντὶ τρίτου ποδὸς βακτηρίαν βαστάζω· χειραγωγοῦ γὰρ μέχρι νῦν οὐκ εὐπόρησα τέκνου· τάφος εἰμὶ κινούμενος, καὶ νεκρὸς ὁδοιπόρος. Πῶς οὖν ἀπὸ τοῦ νῦν ἐμὲ τέκνον ὀνομάσει πατέρα; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Ὅτε τῷ τάφῳ τὸ γῆράς με προσάγει, τότε νυμφικῆς ἐπιβήσομαι κοίτης, καὶ παῖδα φυτουργήσω τοῦ τῆς νεότητός μοι δεδυκότος ἡλίου; Κἀγὼ διὰ τὸν χρόνον ἐξίτηλος, καὶ τῆς Ἐλισάβετ ἡ μήτρα νενέκρωται.
Κατὰ τί οὖν γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μοι προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι. Βούλομαί τι ποιῆσαι, καὶ πῶς ἐρωτᾷς; θαυματουργῆσαι προῄρημαι, καὶ τὸν τρόπον ζητεῖς; Ὅλως δὲ περιεργάζῃ τῶν ἐμῶν ἔργων τὴν ἀρχήν. Μὴ ἀδυνατεῖ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα; Εἰπέ μοι, πόθεν ὁ Ἰσαὰκ ἐτέχθη; οὐκ Ἀβραὰμ αὐτὸν ἐγέννησεν ὁ πρεσβύτης, καὶ Σάῤῥαν τὴν στείραν ἐκάλεσε μητέρα; εἰς τὴν αὐτὴν ἐμπεσὼν προσδοκίαν, διὰ τί τοὺς ἐμοὺς ὡς ἐκεῖνος οὐ παρεδέξω λόγους; ∆ιὸ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου. ∆ήσω σου τὴν γλῶσσαν τὴν πρὸς ἄτακτον κινηθεῖσαν ἀπόκρισιν· ἐν ᾧ τὴν ἁμαρτίαν ἐγέννησας