1

 2

 3

 4

 5

 6

2

ὑστερεῖσθαι. Οὐδὲν γὰρ αὐτῷ λοιπὸν ἔμεινεν, εἰ μὴ μόνον τὰ τῆς ἀκρασίας κακὰ, ἐπειδὴ ἔπραξε τὰ τῆς ἀκοσμίας κακά. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης. Πολῖται δὲ τῆς χώρας ἐκείνης ἦσαν οἱ δαίμονες, ἐν ᾗ ἐτύγχανε μετανάστιος. Καὶ ἔπεμψεν αὐτὸν ὁ πολίτης ἐκεῖνος εἰς τὸν ἀγρὸν αὐτοῦ βόσκειν χοίρους. Οὕτω γὰρ τιμῶσιν οἱ δαίμονες τοὺς τιμῶντας αὐτούς· οὕτω φιλοῦσι τοὺς φιλοῦντας αὐτούς· τοιαύτας δωρεὰς χαρίζονται τοῖς πειθομένοις αὐτοῖς. Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων, ὧν ἤσθιον οἱ χοῖροι. Τί δέ ἐστιν, Ἀπὸ τῶν κερατίων; Τῶν κερατίων ἡ γεῦσις γλυκεῖά ἐστιν, ἀλλ' ὅμως καὶ σκληρὰ κατ' αὐτό τε καὶ τραχεῖα.

Τοιαύτη γὰρ καὶ τῆς ἁμαρτίας ἡ φύσις· εὐφραίνει μὲν μικρὰ, καὶ κολάζει μεγάλα· τέρπει πρόσκαιρα, καὶ μαστίζει αἰώνια. Εἰς ἑαυτὸν οὖν ἐλθὼν, καὶ λογισάμενος τὴν προτέραν μακαριότητα καὶ τὴν δευτέραν ἀθλιότητα, καὶ βαλὼν κατὰ νοῦν, τίς μὲν ἦν, ὅτε ἦν μετὰ τοῦ Θεοῦ καὶ πατρὸς τεταγμένος, τίς δὲ γέγονεν ὑποτεταγμένος τοῖς δαίμοσιν. Εἰς ἑαυτὸν οὖν ἐλθὼν, εἶπε· Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ ὧδε λιμῷ ἀπόλλυμαι; Πόσοι νῦν κατηχούμενοι κατατρυφῶσι τῶν ἁγίων Γραφῶν, τῷ λιμῷ δὲ τῶν θείων λογίων ἐγὼ συνέχομαι; ὢ πόσων ἀγαθῶν ἐμαυτὸν ἐστέρησα! ὢ πόσοις κακοῖς ἐμαυτὸν περιέβαλον! Τί γὰρ ἀφιστάμην τῆς μακαρίας ἐκείνης διαγωγῆς; τί δὲ ταύτης ἐντὸς ἐγενόμην τῆς θανατηφόρου ζωῆς; Ἔμαθον ἀφ' ὧν ἔπαθον, μὴ ἐγκαταλιμπάνειν Θεόν· ἔμαθον κρατεῖν τὸν ἀεὶ φυλάσσοντα τοὺς κρατοῦντας αὐτόν· ἔμαθον μὴ πιστεύειν τοῖς ἀκαθάρτοις δαίμοσι, τοῖς διδάσκουσι πᾶσαν ἀκαθαρσίαν τε καὶ φθο 59.518 ράν. Τί οὖν φησιν; Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου. Ὑποστρέψω καλῶς, ὅθεν ἐξῆλθον κακῶς· ἀπέλθω πρὸς τὸν ἐμὸν πατέρα, καὶ Ποιητὴν, καὶ ∆εσπότην, καὶ κηδεμόνα, καὶ προνοητήν· καταλάβω τὸν πάλαι περιμένοντα καὶ προλαμβάνοντα τοὺς πρὸς αὐτὸν ἐπιστρέφοντας. Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου. Ἀρκεῖ μοι πρὸς σωτηρίαν ταῦτα τὰ ῥήματα· ἀρκεῖ μοι πρὸς τὴν πρεσβείαν τοῦ πατρός μου τὸ ὄνομα· οὐ δύναται γὰρ ὁ πατὴρ ὁ ἐμὸς, πατὴρ προσαγορευθεὶς παρ' ἐμοῦ, μὴ φανῆναι τοῖς ἔργοις πατήρ· οὐ δύναται μὴ κινῆσαι τὰ σπλάγχνα, εὔσπλαγχνος ὤν· οὐ δύναται τὸ, Ἥμαρτον, ἀκούσας, μὴ δοῦναι συγγνώμην τοῖς ἐμοῖς ὀλισθήμασιν· οὐ δύναται τῆς ἐμῆς ἀκούσας φωνῆς, μὴ ἐπιλαθέσθαι τῆς δικαίας ὀργῆς. Οἶδα πόσα δύναται παρ' αὐτῷ ἡ μετάνοια· οἶδα πῶς ἰσχύει παρ' αὐτῷ τὰ δάκρυα· οἶδα πῶς ἕκαστος ἁμαρτωλὸς πρὸς αὐτὸν ἀνανεύων, καὶ δακρύων θερμῶς, ὡς ὁ Πέτρος λαμβάνει τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· οἶδα τοῦ Θεοῦ μου τὴν ἀγαθότητα· οἶδα τοῦ πατρός μου τὴν ἡμερότητα. Ἐλεήσει με μετανοοῦντα, ὃν οὐκ ἐκόλασεν ἁμαρτήσαντα. βʹ. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. Προσέθηκε τῇ καλῇ βουλῇ τὴν πρᾶξιν τὴν ἀγαθήν. ∆εῖ γὰρ ἡμᾶς οὐ μόνον βουλεύεσθαι τὰ συμφέροντα, ἀλλὰ καὶ τὰς ἀγαθὰς ὁρμὰς δεικνύειν ταῖς πράξεσιν. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος τοῦ τόπου, πλησίον δὲ ὄντος τῷ τρόπῳ, καὶ τὰς χεῖρας συνεχῶς ἐπιῤῥηγνύντος, καὶ τύπτοντος τὸ ἴδιον στῆθος, ὡς τῶν πονηρῶν λογισμῶν ὑπάρχον ἐργαστήριον, καὶ τὸ πρόσωπον προσηλοῦντος τῇ γῇ, καὶ τοὺς ὀφθαλμοὺς ἀπαιτοῦντος δοῦναι συμπρεσβευτὰς τὰς τῶν δακρύων σταγόνας, καὶ προμελετῶντος τὴν ἀπολογίαν, φθάσας ἀνεβόησε φωνῇ μεγάλῃ, μετὰ δακρύων λέγων· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. Ἥμαρτον, οἶδα, Χριστὲ ∆έσποτα καὶ Θεέ· ἐμὰς ἁμαρτίας σὺ μόνος ἐπίστασαι· ἥμαρτον, ἐλέησον ὡς Θεὸς καὶ ∆εσπότης. Οὐκ εἰμὶ ἄξιος εἰς τὸν οὐρανὸν βλέπειν, καὶ παρακαλεῖν σε τὸν ἀγαθόν μου ∆εσπότην, γέμων μεγίστων καὶ χαλεπῶν ἐγκλημάτων· οὐκ ἔστιν ἀριθμὸς τῶν ἐμῶν ἁμαρτημάτων. Ἐλέησον ὡς ἀγαθὸς Θεὸς ὢν ἀεὶ, Ὅτι οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου, ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.