2
πλείονος ἀπολαύοντα σπουδῆς ὁρῶν; Καίτοι εἰ καὶ ἴσης ἀπήλαυσεν, οὐδεμία ἡμῖν ἦν ἡ συγγνώμη, οὐδὲ ἀπολογία ὅταν δὲ καὶ πλεονεκτῇ, τίς ἡμῖν ἐλλείπεται λόγος; Θέατρα καθ' ἑκάστην καλεῖ τὴν ἡμέραν, καὶ οὐδεὶς ὁ ὀκνῶν, οὐδεὶς ὁ ἀναδυόμενος, οὐδεὶς ἀσχολίαν προβάλλεται πραγμάτων· ἀλλ' ὥσπερ εὔζωνοι καὶ λελυμένοι φροντίδος ἁπάσης, οὕτω τρέχουσιν ἅπαντες· οὐχ ὁ γέρων τὴν πολιὰν αἰδεῖται, οὐχ ὁ νέος ὑφορᾶται τὴν φλόγα τῆς φύσεως καὶ τῆς ἐπιθυμίας, οὐχ ὁ πλούσιος τὸ ἀξίωμα τὸ ἑαυτοῦ καταισχύνειν ἡγεῖται. Ἀλλ' ἐὰν μὲν εἰς ἐκκλησίαν ἀπαντῆσαι δέῃ, καθάπερ ἐξ ὑπεροχῆς τινος καὶ ἀξιώματος καταβαίνων, οὕτω ναρκᾷ καὶ ὀκνεῖ, καὶ μετὰ ταῦτα φυσᾶται, ὥσπερ τι τῷ Θεῷ χαρισάμενος· εἰς δὲ θέατρον σπεύδων, ἔνθα ἀσελγῆ θεάματα καὶ ἀκούσματα, οὐ νομίζει καταισχῦναι ἑαυτὸν, οὐ τὸν πλοῦτον, οὐδὲ τὴν εὐγένειαν. Ἐβουλόμην εἰδέναι, ποῦ νῦν εἰσιν οἱ κατὰ τὴν ἡμέραν ἐκείνην ἡμῖν ἐνοχλήσαντες· ἐνόχλησις γὰρ ἦν αὐτῶν ἡ παρουσία· ἐβουλόμην εἰδέναι τί πράττουσι, τί τῶν παρόντων αὐτοὺς ἀναγκαιότερον ἀπεσχόλησεν. Ἀλλ' ἀσχολία οὐδεμία, τῦφος δὲ μόνος. Καὶ τί γένοιτ' ἂν μανικώτερον; Τίνος γὰρ ἕνεκεν, ἄνθρωπε, μεγαλοφρονεῖς, καὶ νομίζεις ἡμῖν χαρίζεσθαι, ἐὰν παραγενόμενος ἐνταῦθα προσέχῃς, καὶ ἀκούσῃς τὰ πρὸς σωτηρίαν τῆς σῆς ψυχῆς; τίνος ἕνεκεν, εἰπέ μοι, καὶ διὰ τί ἀλαζονεύῃ; διὰ τὸν πλοῦτον; διὰ τὰ ἱμάτια τὰ σηρικά; Εἶτα οὐκ ἐννοεῖς, ὅτι σκωλήκων εἰσὶν ἐκεῖνα νήματα, καὶ βαρβάρων ἀνθρώπων εὑρέματα; 51.69 ὅτι πόρναι ἐκείνοις κέχρηνται, καὶ μαλακοὶ, καὶ τυμβωρύχοι, καὶ λῃσταί; Ἐπίγνωθι τὸν δίκαιον πλοῦτον, καὶ κατάβηθί ποτε ἀπὸ τοῦ φυσήματος ἐκείνου τοῦ ὑψηλοῦ καὶ κενοῦ· διάσκεψαι τῆς φύσεως τὸ εὐτελές. Γῆ καὶ σποδὸς εἶ, τέφρα καὶ κόνις, καπνὸς καὶ σκιὰ, χόρτος καὶ ἄνθος χόρτου. Τοιαύτῃ φύσει μεγαλοφρονεῖς, εἰπέ μοι; Καὶ τί τούτου γένοιτ' ἂν καταγελαστότερον; Ἀλλὰ πολλῶν ἄρχεις ἀνθρώπων; Καὶ τί τοῦτο ὄφελος, ὅταν ἀνθρώπων μὲν ἄρχεις, τῶν δὲ παθῶν αἰχμάλωτος εἶ καὶ δοῦλος; Ὥσπερ ἄν τις οἴκοι μὲν ὑπὸ τῶν οἰκετῶν τύπτοιτο καὶ τραύματα λαμβάνοι, ἔξω δὲ εἰς τὴν ἀγορὰν ἐμβάλλων μέγα φρονῇ ἐπὶ τῇ τῶν ἄλλων ἀρχῇ· οὕτω τύπτει σε κενοδοξία, τραύματά σοι ἐπάγει ἡ ἀσέλγεια, πάντων τῶν παθῶν δοῦλος εἶ, καὶ μέγα φρονεῖς ὅτι τῶν ὁμοφύλων ἄρχεις; Εἴθε ἐκείνων ἦρχες, ἐκείνων ἦς ἰσότιμος. βʹ. Οὐ τῶν πλουτούντων κατηγορῶν ταῦτα λέγω, ἀλλὰ τῶν κακῶς τῷ πλούτῳ κεχρημένων. Οὐ γὰρ ὁ πλοῦτος κακὸν, ἐὰν εἰς δέον βουλώμεθα αὐτῷ χρήσασθαι, ἀλλ' ἡ ἀπόνοια, καὶ ἡ ἀλαζονεία. Εἰ κακὸν ἦν ὁ πλοῦτος, οὐκ ἂν πάντες ηὐξάμεθα εἰς κόλπους Ἀβραὰμ ἀπελθεῖν τοῦ ἔχοντος τριακοσίους δέκα καὶ ὀκτὼ οἰκέτας οἰκογενεῖς. Οὐ τοίνυν ὁ πλοῦτος κακὸν, ἀλλ' ἡ παράνομος αὐτοῦ χρῆσις κακόν. Καὶ ὥσπερ πρῴην περὶ μέθης λέγων, οὐ τὸν οἶνον διέβαλλον (πᾶν γὰρ κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, μετ' εὐχαριστίας λαμβανόμενον), οὕτω καὶ νῦν οὐ τῶν πλουτούντων κατηγορῶ, οὐδὲ τὰ χρήματα διαβάλλω, ἀλλὰ τὴν κακὴν τῶν χρημάτων χρῆσιν, καὶ εἰς ἀσωτίαν δαπανωμένην. ∆ιὰ τοῦτο χρήματα λέγεται, ἵνα ἡμεῖς αὐτοῖς χρησώμεθα, καὶ μὴ ἐκεῖνα ἡμῖν· διὰ τοῦτο κτήματα λέγεται, ἵνα ἡμεῖς αὐτὰ κτησώμεθα, καὶ μὴ ἐκεῖνα ἡμᾶς. Τί οὖν τὸν δοῦλον ἔχεις δεσπότην; τί ἀντέστρεψας τὴν τάξιν; Ἀλλ' ἐβουλόμην μαθεῖν, τί νῦν ποιοῦσιν οἱ τὴν σύναξιν ἐγκαταλείψαντες, καὶ ἐν τίσιν εἰσίν. Ἀλλὰ ἢ κυβεύουσιν, ἢ πάντως πράγματα ἀνακινοῦσι βιωτικὰ, ταραχῆς ἐμπεπλησμένα. Ἐνταῦθα εἰ παρῆς, ἄνθρωπε, ἐν γαλήνῃ ἦς καὶ ἐν λιμένι· οὐκ οἰκονόμος εἰσελθὼν ἐτάραττεν, οὐκ ἐπίτροπος ἐθορύβει, οὐκ οἰκέτης ὑπὲρ πραγμάτων βιωτικῶν ἠνόχλει, οὐκ ἄλλος τις παρώξυνεν· ἀλλ' ἐν ἡσυχίᾳ διάγων ἀπήλαυες θείων ἀκροάσεων. Οὐδαμοῦ κύματα ἐνταῦθα, οὐδαμοῦ ταραχή· ἀλλ' εὐλογία, καὶ εὐχαὶ, καὶ ὁμιλία πνευματικὴ, καὶ μετάστασις εἰς τὸν οὐρανόν· καὶ ἐντεῦθεν ἤδη τὸν ἀῤῥαβῶνα τῆς βασιλείας τῶν οὐρανῶν λαβὼν ἀπῄεις. Τίνος ἕνεκεν τὴν πλουσίαν ταύτην τράπεζαν ἀφεῖς, εἰς ἑτέραν φορτικωτέραν ἑαυτὸν μετήγαγες, καὶ τὸν λιμένα καταλιπὼν, ταραχὴν