1

 2

 3

 4

2

μοιχοί. Πάντες ἅρπαγες πλὴν σοῦ, Φαρισαῖε; πάντες ἄδικοι, σὺ δὲ μόνος τυγχάνεις δίκαιος; πάντες μοιχοὶ, σοὶ δὲ μόνῳ τὸ τῆς σωφροσύνης ὑπάρχει κατόρ θωμα; Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπα γες, ἄδικοι, μοιχοί· ἢ καὶ ὡς οὗτος ὁ τελώνης. Νῦν 59.597 ἤρξατο πτεροφυεῖν ἡ τοῦ ἀνθρώπου διάνοια· νῦν τινάσ σει τῆς ψυχῆς πρὸς οὐρανὸν τὸ πτερόν. Τί κατασπᾷς αὐτὸν τῇ τῶν ῥημάτων βαρύτητι, κωλύων ἀναπτῆναι τὴν ἐξομολόγησιν πρὸς τὸν φιλάνθρωπον; τί κατεπεμ βαίνεις τῷ κειμένῳ; τί ἐπιστοιβάζεις ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα; τί κατηγορεῖς τοῦ ἀνενδότως τύπτοντος τὴν συν είδησιν; Ἢ καὶ ὡς οὗτος ὁ τελώνης.

Τί γὰρ εἶδες, ἄνθρωπε, τὸν τελώνην ποιοῦντα; λῃστεύοντα; τοὺς ἀλ λοτρίους πόνους συλῶντα; τὰ ἀλλότρια ληϊζόμενον; θερίζοντα, ἅπερ οὐκ ἔσπειρε; συνάγοντα, ὅθεν οὐ δι εσκόρπισεν; ἁπλοῦντα τοῖς ὁδοιπόροις τὸ δίκτυον; Οὐ δὲν τοιοῦτον τεθέασαι, ὦ Φαρισαῖε· ἀλλ' ὁρᾷς σχῆμα ἐλεεινὸν, οἴκτου καὶ βοηθείας ἄξιον. Κεῖται γὰρ ἐπὶ πρόσωπον, βασανίζει τὸ στῆθος ὡς τῶν κακῶν ἐργα στήριον, ἐπᾶραι τοὺς ὀφθαλμοὺς πρὸς οὐρανὸν οὐ τολ μᾷ· τάχα καὶ παρ' αὐτῶν τῶν ἀστέρων κατηγορίαν ἐκδέχεται, ἢ μᾶλλον νομίζει τῶν πλημμελημάτων τὸ πλῆθος γεγράφθαι ἐν τῷ στερεώματι· πόῤῥωθεν ἑαυτὸν ὡσεὶ δικασθεὶς τοῦ ἱεροῦ ἀπέστησε· τὸ, Ἐλέησον, κέ κραγεν ὡς ἤδη καταδικαζόμενος. Οὐκ ἀνέγνως τὸ γε γραμμένον, ὅτι Μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐ τοῦ; Ἄπορός ἐστι, πανταχόθεν ἐκύκλωσαν αὐτὸν οἱ λογισμοὶ ἀντὶ τοῦ πλήθους τῶν κατηγόρων· ἐχρήσατο τῇ δεξιᾷ ἡ συνείδησις κατὰ τοῦ στήθους μαστιζούσῃ· καθ' ἑαυτοῦ ἀπειργάσατο δήμιον.

Οὐκ ἐπικάμπτει σε τρέμων; οὐκ ἐρεθίζει σε πρὸς συμπάθειαν οὗτος κάτω νεύων τὸ πρόσωπον; οὐ μαλάσσει σου τὴν ἀπάνθρωπον γνώμην, μὴ τολμῶν πρὸς οὐρανὸν ἀναβλέψαι; Ὅτε μὲν γὰρ ἐτελώνει, ἐχρῆν σε τὰς τοιαύτας κατ' αὐτοῦ ἀνα βοῆσαι φωνάς· πρέπον γὰρ αὐτῷ τότε οὐ μόνον παρὰ σοῦ, ἀλλὰ καὶ παρὰ παντὸς ὀνειδίζεσθαι. Ὅτε μέντοι τῶν οἰκείων κατέγνω κακῶν, ὅτε θεωρήσας τὰ τραύματα τῆς ψυχῆς, ἔδραμε πρὸς τὸν ἰατρὸν τὸν ἀμισθὶ θερα πεύοντα, ὅτε τῶν πλημμελημάτων μνημονεύσας τῷ ἀμνησικάκῳ ∆εσπότῃ προσέφυγε· τότε περισσῶς αὐτῷ κατεπεμβαίνεις, ὦ Φαρισαῖε; Οὔτε ὡς οὗτος ὁ τελώνης. Μὴ γὰρ οὐκ εἰσὶν ἄλλοι τελῶναι, μήπω τὸν γλυκὺν τῆς μετανοίας ἀγαπήσαντες θρῆνον; Εἰ πόθος σοι πολὺς κατηγορεῖν ἁμαρτωλῶν, ἐπ' ἐκείνους στρέψον τὴν σὴν γλῶσσαν, τοὺς ἔτι τοῖς δικτύοις τῆς πλεονεξίας ἐνειλημένους.

Πρὸς τοῦτον μέντοι περιττή σου ἡ δυσμέ νεια. Οὐ μόνον γὰρ τὸν ἄνθρωπον βλάψαι οὐ δύνασαι, ἀλλὰ καὶ πλέον ἐρεθιεῖς τὸν ∆εσπότην, ὥστε συντομω τέραν ἐπιδείξασθαι τὴν συγχώρησιν.

βʹ. Ὁ δὲ τελώνης, φησὶ, μακρόθεν ἑστὼς, οὐκ ἤθε λεν οὐδὲ τοὺς ὀφθαλμοὺς

εἰς τοὺς οὐρανοὺς ἐπᾶραι· τὴν τοῦ Μανασσῆ πάντως καὶ αὐτὸς φωνὴν ἀπεφθέγξατο· Οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρα νοῦ ἀπὸ τοῦ πλήθους τῶν ἀδικιῶν μου. Πολλὰ γὰρ ἦν τότε ἐν τῇ ψυχῇ τοῦ τελώνου συνειλεγμένα κακὰ, ἐπιθυμία χρημάτων ἀκόρεστος, πόθος ἀδικίας μὴ δεχό μενος πέρας, ἁρπαγὴ τέλος οὐκ ἔχουσα· κοινὸν τῇ φύσει τῶν ἀνθρώπων τελώνης κακὸν, νόμιμος ἄδικος, ἅρπαξ ἀκατηγόρητος, ἄφοβος κλέπτης, λῃστὴς ἀνέγκλη τος, δύσφευκτος βλάβη, λύκος τῶν λογικῶν προβάτων, θηρίον ἀνθρωπόμορφον. Μετὰ τοσούτων ἀνῆλθεν ὁ τε λώνης εἰς τὸ ἱερὸν κακῶν. Ὅτε γὰρ πάντα ταῦτα εἰργά σατο τὰ δεινὰ, καὶ βαρὺ κατεσκεύασε τὸ τῶν πλημμε λημάτων φορτίον τῇ ψυχῇ, ὅτε λοιπὸν τὸν αὐχένα κατ έκλασε, τότε ἐζήτει τοῦ βάρους ἐλαφρυνθῆναι, καὶ οὐκ εἶχε τὸ πῶς τὸ φορτίον ἀποτινάξεται· εἶτα γοργὴν ἔσχεν ἔννοιαν, εὗρεν εἶδος ἐλευθερίας· ἐμνημόνευσε γὰρ τῆς φωνῆς τοῦ ∆εσπότου πρὸς τοὺς ἁμαρτωλοὺς ἐκβοώσης· ∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμέ νοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.