1

 2

 3

 4

 5

2

μεταβαλὼν, τὸ τοῦ θανάτου κέντρον κατ' αὐτοῦ πε ριστρέψας, τὴν τοῦ ξύλου βλάβην εἰς σωτηρίαν με τατιθεὶς, ἡμέραν λαβὼν τὸν κόσμον πτήσασαν, καὶ ἡμέραν ἀντιδιδοὺς τὸν κόσμον εὐφράνασαν. Ἐμοὶ μὴ πεισθῇς, ἀλλὰ τοῖς σοῖς ὀφθαλμοῖς· βλέπε τὴν παροῦσαν ἐκκλησίαν, καὶ πέπαυσο πρὸς ἡμᾶς ἐρί ζων. Ἡμέρα σταυροῦ, καὶ πάντες ἀγαλλόμεθα, καὶ νηστεύομεν ἀπὸ κακῶν, καὶ καθαρεύομεν ἅπαντα, τὰ ἔσω, τὰ ἔξω. Οὗτος ὁ τῆς ἑορτῆς λόγος, οὗτος ὁ τῆς εὐφροσύνης τρόπος. Μικρὰ λέγω τῆς τοῦ σταυ ροῦ δυνάμεως θαύματα· βλέψον πρὸς τὸν κύκλον τῆς οἰκουμένης, πόσαι κῶμαι, πόσαι πόλεις, πόσοι τόποι, πόσα ἔθνη, πόσαι νῆσοι, πόσοι ποταμοὶ, πόσοι αἰγιαλοὶ, πόσα γένη καὶ φυλαὶ, καὶ βαρβάρων γλῶσ σαι· οὗτοι πάντες διὰ σταυρὸν ἀσιτοῦσι, τῇ ἐκείνου δυνάμει τὰ πάθη σταυρώσαντες· καὶ λύεται νὺξ πολλοῖς, καὶ οὐ λύεται τῆς νηστείας ὁ πόνος.

Καὶ νῦν τί συνήλθομεν πάντες ἀκοῦσαί τι περὶ σταυροῦ, καὶ πληροῦμεν ἐκκλησίαν, καὶ ἀλλήλους ὠθοῦμεν, ἱδροῦντες, πονοῦντες, ἐπὶ μὲν δικαστῶν πολλάκις ἀξιούμενοι προεδρίας, ἐπὶ δὲ Ἰησοῦ ἡδέως ἑστῶτες; Ὅτι καὶ Ἰησοῦς ἔστη δι' ἡμᾶς, ἵνα στήσῃ κακίας ῥεύματα. Τί οὖν ἐπράχθη σήμερον; μὴ γὰρ ἁπλῶς ἡμᾶς παραδράμῃ τῆς ἡμέρας ταύτης τὰ θαύματα. Φέγγος ἦν λοιπὸν, καὶ αὐτὸ τὸ περίορθρον, καὶ εἰσ άγεται δεδεσμένος τὰς χεῖρας εἰς τὸ πραιτώριον Πι λάτου. Χεῖρας ποίας; Τυφλῶν ἰατικὰς, χωλῶν θερα πευτικάς. Καὶ δάκτυλοι δεσμοῖς ἐνηλοῦντο βλέφαρα πλάσαντες, καὶ ὁ θεραπευτὴς τῆς φύσεως κατείχετο μὴ τὸ οἰκεῖον πληρῶσαι τῆς τέχνης ἔργον. Ταῦτα Κυρίῳ ἀνταποδέδοται. Ἐδέθη ὁ δεσμεύων νεφέλαις ὕδατα, ὁ λύων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁ αἰχμα λώτοις ἄφεσιν χαριζόμενος· ἐδέθη ὁ Λάζαρον λύσας τῶν τοῦ θανάτου δεσμῶν· ἤχθη εἰς τὸ πραιτώριον ὁ μυρίοις ἀγγέλοις δορυφορούμενος. Παρέστη τῷ Πι λάτῳ ὁ τὸν οὐρανὸν θρόνον ἔχων· καὶ ἠνείχετο ἑλκό μενος ὁ δημιουργὸς παρὰ τῶν δημιουργημάτων, ὁ πλάστης ὑπὸ τοῦ πλάσματος, ὁ ποιητὴς ὑπὸ τοῦ ποιηθέντος. Τί οὖν ἐπὶ τούτοις; τί γίνεται; Καὶ αὐτοὶ, φησὶν, οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ πάσχα. Ὢ τῆς πολλῆς παρανομίας! φόνον ἀδικίας ἐργάζον ται, καὶ εἰς τὸ πραιτώριον εἰσελθεῖν παραιτοῦνται, φυλαττόμενοι μὴ μιανθῆναι οἱ ἤδη μεμιασμένοι, προβάτῳ τὸ πρόβατον λύοντες. Ἀνέμεινε τοίνυν κρι τήριον ὁ πάσης τῆς οἰκουμένης κριτής· ἀνέμεινε μάρτυρας, ὁ τῶν ψυχῶν μάρτυς· πλάσας, καὶ κρι νόμενος· καὶ ἄνθρωποι μὲν ἐκάθηντο δικάζοντες, Θεὸς δὲ εἱστήκει, καὶ ἑστὼς ἐσιώπα, παρὰ τὰ πρό θυρα τῶν ἀνθρώπων ἑστὼς, ὁ τῶν οὐρανίων πυλῶν ∆εσπότης. Ἠρώτησεν ὁ Πιλᾶτος, τάχα Ἰουδαίων φιλανθρωπότερος. Τί λέγω τάχα; ∆είξει τὰ πεπρα γμένα τὴν ἀλήθειαν· Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου; τίς ἔχει Θεὸν αἰτιάσασθαι; ἀναγκάζομαι γὰρ τὰ Πιλάτου φθέγξασθαι. Ἰησοῦς γὰρ σιωπᾷ, οὐ λόγων ἀπορῶν ὁ Λόγος, ἀλλὰ μὴ 50.814 τῇ ἀποκρίσει λύσῃ τοῦ σταυροῦ τὸν στέφανον.

Καὶ κτημάτων ἐπεθύμησεν ὁ ἀκτήμων; οἴκων ἀλλοτρίων, ὁ μηδέποτε ἔχων ποῦ τὴν κεφαλὴν κλῖναι; χρημά των, ὁ καὶ τοὺς οἰκείους μαθητὰς ἄχρι τῆς ζώνης γυμνώσας; Ὄνον οὐκ ἔχων, ἀλλότριον ἐκτήσατο, ἵνα τοὺς ὑμετέρους παῖδας εὐλογήσῃ. Εἴπατε πρόφασιν, πλάσατε, δικαίως ἀνέλετε. Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. Μεγάλη πραγμάτων ἀπόδειξις, ἀόριστος ἀπόφασις· εἰπὲ τὴν κακίαν, καὶ μὴ περι πλάνα τὸν ἀκροατήν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε. Εὐγνώμων δικαστὴς ἀπέθετο τὸ βάρος κατὰ τῆς τῶν Ἰουδαίων κεφαλῆς· ὑμεῖς λάβετε τῆς κακίας κοινω νόν. Λέγουσιν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀνελεῖν οὐδένα. Πῶς οὖν ἀνείλετε Ἡσαΐαν, πῶς Ζαχαρίαν, πῶς ἕκαστον τῶν προφητῶν; Ἀλλ' οὐκ ἔστιν ὑμῖν ἀνελεῖν, οὐ διὰ τὸ μὴ βούλεσθαι, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι· ἤδη γὰρ ἦσαν τῆς τοιαύτης ἐξουσίας παρὰ Ῥωμαίων ἀφῃρημένοι.