1

 2

 3

 4

 5

2

τὸν τροχὸν κυλίων ὡς βούλει· ὁ παντὸς ἁγιασμοῦ πληρῶν τὰς κλινομένας σοι κεφαλάς· ὁ μὴ χωρούμενος μηδαμοῦ· ὁ βλύζων ποταμοὺς οἰκτιρμῶν, εἰς τοῦτον θέλεις συγ καταδῦναι τὸν ποταμόν; καὶ τῶν ναμάτων ὁ ποιη τὴς, τούτοις προσομιλῆσαι προῄρησαι; καὶ τὸ βά πτισμα αἰτεῖς, ὅπερ σύ μοι δέδωκας εἰς τὸ διδόναι τοῖς δεομένοις; Καὶ ποῦ χρείαν ἔχεις βαπτίσματος μετανοίας, αὐτὸς μετανοοῦντας ἐλεῶν; ποῦ χρείαν 50.802 ἔχεις τοῦ τοιούτου φαρμάκου, προστάγματι μόνῳ θεραπεύων τὰς τῶν ἄλλων πληγάς; ποῦ σοι δεῖ με τανοίας, εὐφημίας ἄξια πράττοντι; οὐ συγκατέβης τοῖς ἀνθρώποις, ὡς μόνος φιλάνθρωπος; Σὺ τὴν τοῦ δούλου μορφὴν φορεῖς, ἣν ἔπλασας σεαυτῷ· καὶ διὰ ταύτης ἡγίασάς σου τὴν εἰκόνα, ἣν συνέτριψεν ὁ διάβολος, ἀνακαινίσας ὡς ἠθέλησας· σὺ γεννήτωρ γέγονας πάντων ἡμῶν. Οὐκ ἐν σοὶ ὁ ἐξόριστος Ἀδὰμ ἀνακέκληται; οὐκ ἐν σοὶ βασιλεύει τό ποτε κατάκρι τον φῦλον; οὐ διὰ τῆς Μαρίας τὴν πεσοῦσαν Εὔαν ἀνέστησας; οὐ περιέρχῃ, τοὺς ἀνθρώπους ἰσαγγέλους ποιῆσαι βουλόμενος; οὐ τὴν ἀνομίαν ὡς ἐπίβουλον τοῦ γένους ἐκδιώκεις τῆς γῆς; οὐ τὴν εὐνομίαν ὡς τροφὸν τῆς ἀνθρωπότητος ἐπεισάγεις τῷ βίῳ; οὐ τὴν ζοφερὰν νύκτα τῆς ἀπάτης ἀποσοβεῖς; οὐ τὴν ἡμέραν τῆς θεογνωσίας ἀνατέλλεις τοῖς βουλομένοις τὸ ταύτης κάλλος ὁρᾷν; οὐ τὸ φῶς τῆς ἀληθείας ἐφ απλοῖς ταῖς πάντων ψυχαῖς; οὐ τὰ νέφη τῆς δυσσεβείας ὡς καπνὸν διαλύεις; οὐχ ὡς ἥλιος δικαιοσύ νης περιβεβλημένος τὸ λευκὸν νέφος τοῦ σώματος, σπείρεις πανταχοῦ τῆς θεότητος τὰς ἀκτῖνας; οὐ παρθένος εἶ τὸ βλέμμα, καὶ τὸ βῆμα, καὶ τὸ σχῆμα, καὶ τὸν λογισμὸν, καὶ τὸν νοῦν, καὶ τὴν ψυχήν; οὐκ ἐκ παρθένου παρθένον σῶμα σαυτῷ κατεσκεύασας; Μὴ ταῦτα διανοίας δεῖται καὶ κατανύξεως; Τίνος οὖν ἕνεκα βαπτίσω σε νῦν, τοῦ ποταμοῦ δημιουργὲ, καὶ τοῦ βαπτίσματος χορηγὲ, καὶ διὰ φιλανθρωπίαν ἄνθρωπε; Ἀνομίας ἴχνος οὐκ ἔστιν ἐν σοὶ, οὔτε κηλὶς ἁμαρτίας ἔχρανέ σου τὴν ἄχραντον σάρκα, οὔτε τῷ στόματί σού ποτε δόλος παρήδρευσεν. Ἰὸς ἀσπίδων τοῖς Ἰουδαϊκοῖς ἐπικρύπτεται χείλεσι· γεννήματα γάρ εἰσιν ἐχιδνῶν, καὶ τούτων αἱ γλῶσσαι τυγχάνουσι δόλιαι· σοῦ δὲ ἐν τῷ στόματι ζωῆς ἀεννάου βρύουσι πηγαί· ζωὴ γὰρ ὑπάρχων, ζωὴν φθέγγῃ καὶ χορηγεῖς. Πῶς οὖν ὁ χορηγὸς τῆς παρούσης καὶ τῆς μελλούσης ζωῆς, τῶν πτωχῶν ἐπιβαίνεις ῥευμάτων; Οἱ ἄλλοι πάντες ὑπ' ἐμοῦ βαπτιζόμενοι ταῦτα ἀκούουσι παρ' ἐμοῦ· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐ ρανῶν· καὶ πιστεύσατε εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ. Ἐπὶ σοῦ δὲ βαπτιζομένου τί λαλήσω; τί φθέγξομαι; εἴπω, Μετανόη σον; ἵνα τίς σου τὴν μετάνοιαν δέξηται; τίς γὰρ ἄλλος ἐστί σου μείζων Θεός; Εἴπω, Μετανόησον· Ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν; καὶ τῇ βασι λείᾳ τὴν βασιλείαν εὐαγγελίσομαι; καὶ σοὶ διαλεχθῶ περὶ σοῦ; ἀγνοεῖς γὰρ ὃ πέφυκας; οὐκ ἐπίστασαι τὴν βασιλείαν τῶν οὐρανῶν, ἣν φέρων τοῖς ἀνθρώ ποις οὐρανόθεν ἐλήλυθας; Εἴπω πρὸς σέ· Πίστευσον εἰς τὸν Κύριον Ἰησοῦν Χριστόν; σὲ σοὶ πιστεῦσαι παρεγγυήσω; καὶ τίς ποτε νενουθέτηται αὐτὸς ἑαυτῷ πιστεῦσαι; Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον, ὅτι ἔστι Θεός· σὺ δὲ Θεὸς εἶ, καὶ Υἱὸς τοῦ Θεοῦ, εἰ καὶ ἄνθρωπος εἶ τὸ φαινόμενον, καὶ πιστεύεσθαι δίκαιος εἶ παρὰ πάντων. Ἀλλ' εἴπω πρὸς σέ· Πί στευσον εἰς τὸν Πατέρα τὸν σόν; Πότε γὰρ ὤφθης ἄπιστος καὶ πολέμιος τῷ Πατρί; πότε δὲ τῆς τοῦ Θεοῦ γεγεννηκότος ἐχωρίσθης θεότητος;

Τί οὖν εἴπω πρὸς σέ; Πίστευσον εἰς τὸ Πνεῦμα τὸ ἅγιον; Ἀλλ' ἐν σοὶ, καὶ σὺν σοὶ τοῦτο καθέστηκεν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ πρὸς τὸν υἱὸν τοῦ Ζαχαρίου; ὁ ἐκ τῆς παρθένου πρὸς τὸν ἐκ τῆς στεί ρας; ὁ μὴ λύσας τὴν παρθενίαν τῆς μητρὸς, πρὸς τὸν λύσαντα τῆς τεκούσης τὴν στείρωσιν; ὁ ἐκ γαστρὸς προσκυνηθεὶς πρὸς τὸν ἐκ κοιλίας ἐπιγνόντα τὴν σὴν δεσποτείαν; ὁ ἐνανθρωπήσας πρὸς τὴν τῆς ἐρή μου φωνήν; ὁ τοσοῦτος ὑψηλὸς πρὸς τὸν τοσοῦτον εὐτελῆ; ὁ Κύριος πάσης τῆς κτίσεως πρὸς τὸν ἀνάξιον τῆς σῆς ἀγαθότητος ὑπηρέτην; ὁ πλούσιος κατὰ φύσιν πρὸς τὸν πένητα κατὰ φύσιν,