1

 2

 3

2

τὸν ἐσχατογενῆ Βενιαμίν. Ἐπενταπλασίασε δὲ αὐτοῦ τὴν μερίδα ὡς πρὸς τῇ μερίδι τῶν ἀδελφῶν, ὅπερ τύπος ἐστὶ τοῦ μέλλοντος, ὁ μὲν Ἰωσὴφ τοῦ Κυρίου, οἱ δὲ λοιποὶ ἀδελφοὶ τῶν μαθητῶν· ὁ δὲ Βενιαμὶν τοῦ Ἀποστόλου, καθὼς ἑαυτῷ μαρτύρεται λέγων· Ἐκ φυλῆς Βενιαμίν, καὶ ἐκεῖ Βενιαμὶν νεώτερον ἐν ἐκστάσει· τὸ μὲν νεώτερον διὰ τὸ ἔσχατον, ἐν ἐκστάσει δὲ διὰ τὴν ἐν τῇ ὁδῷ ὀπτασίαν. Ἐξέστη δὲ καὶ τῶν νομικῶν, ἐξέστη δὲ καὶ τῶν οὐρανίων, ἐξέστη καὶ τῶν σωματικῶν· πάντα ἡγήσατο σκύβαλα, ἵνα Χριστὸν κερδήσῃ.

Πείσθητι οὖν, ὅτι οὗτος ὁ νεώτερος, ὁ ἐσχατογενής, ὁ ἔσχατος τῶν μαθητῶν, τὸ ἔκτρωμα παρὰ πάντας, τὸ περικάθαρμα τοῦ κόσμου παντός, πενταπλασίως τιμηθήσεται παρὰ τοῦ Κυρίου, ὡς παρὰ τοῦ Ἰωσὴφ ὁ Βενιαμίν, ὁ μὴ συμπαρὼν ἐν τῇ πράσει τοῦ ἀδελφοῦ, ὁ μὴ συγκατατιθέμενος τοῖς ἀδελφοῖς, ὁ πάντοτε παραμείνας τῷ ἑαυτοῦ πατρὶ καὶ εἰς μηδὲν λυπήσας· ὡσαύτως δὲ καὶ οὗτος οὐ κατὰ χάριν τιμηθήσεται, ἀλλὰ κατὰ τὸ ὀφείλημα, ὡς περισσότερον πάντων κεκοπιακώς, ὡς ἀεὶ παραμείνας τῷ Θεῷ καὶ Πατρί, ὡς μὴ συμπαρὼν ἐπὶ τῇ τοῦ Ἰούδα προδοσίᾳ· ἐγένετο γὰρ ἐν νόμῳ ἄμεμπτος καὶ ἐν ἀποστόλοις ἀσύγκριτος· Τὰ ὑστερήματα γὰρ τῶν θλίψεων τοῦ Χριστοῦ ἀνταναπληρῶ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, ἧς ἐγενόμην ἐγὼ διάκονος, κατὰ τό· Ὁ θέλων ἐν ὑμῖν. Ὁρᾷς οἷα φθέγγεται, οἷα προσμαρτυρεῖ ἑαυτῷ; πῶς εἰς ὅσας θλίψεις ὑστέρησε μὴ φθάσας ὁ Χριστός, αὐτὸς ἀνεπλήρωσε λέγων· Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ; θέλει εἰπεῖν· πλήρωμα Χριστὸς νόμου, πλήρωμα θλίψεων ἐγώ· ἀληθῶς ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θλίψεσιν ὑπερεχόντως, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν, καὶ ἅπερ αὐτὸς ἀπηριθμήσατο λέγων, χωρὶς τῶν παρεκτός.

Τίς δὲ τολμᾷ εἰπεῖν; Ὁ αὐτὸς εἴρηκε τό· Οὐδὲν ἐμαυτῷ σύνοιδα, καὶ γενόμενος ἄμεμπτος, ἵνα δείξῃ ἡμῖν εἶναι μέγαν τῷ μὴ συνειδέναι ἑαυτῷ τι, καὶ δεύτερον τοῦ ζητουμένου λέγων· Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· καὶ πάλιν· Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος· οὐκ εἶπε· δώσει μοι· 430 κατὰ χάριν γὰρ τὸ δοῦναι, ἀλλ' ὃν ἀποδώσει· τὸ γὰρ ἀποδοῦναι ὀφειλῆς ἐστιν· ὃ γὰρ κατὰ χάριν δίδοται, οὕτως λέγων· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι, οὐχ ὃ ἀπεδόθη σοι. Ὁ δὲ στέφανος οὐ κατὰ χάριν, ἀλλὰ κατὰ τὴν ὀφειλὴν δίδοται τοῖς νομίμως ἀθλήσασιν. Ἐὰν γάρ τις ἀθλῇ, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τίς τῶν ἀπελθόντων εἶπε, τίς τῶν ἐρχομένων λέξει ταῦτα· 20Τὸν δρόμον τετέλεκα,20 καὶ τό· 20ἀποδώσει μοι20 ὥσπερ τι χρέος τὸν στέφανον, καὶ τό· ἀναπληρῶ τὰ ὑστερήματα, καὶ τό· περισσότερον πάντων ἐκοπίασα, καὶ τό· διάκονοί εἰσιν; ὕπερ ἐγώ. Οὐκ ἀδίκως οὖν σκεῦος ἐκλογῆς ὡς θεράποντα, ὡς τὸν Μωσέα. Οὐ πιστὸν ὡς Ἀβραάμ, οὐκ ἄκακον ὡς τὸν ∆αυίδ, οὐκ ἄμεμπτον ἢ θεοσεβῆ ὡς τὸν Ἴωβ, ἀλλὰ σκεῦος αὐτὸν ἐκλογῆς προσηγόρευσεν· ἡ δὲ ἐκλογὴ τὸ κρεῖττον δείκνυσιν· οὐδεὶς γὰρ ἐκλεγόμενος τὸ χεῖρον ἐκλέγεται· Ἐξελέξατο γὰρ ἡμᾶς, φησί, πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἀμώμους καὶ ἁγίους κατ' ἐνώπιον αὐτοῦ. Ἐκ τῶν οὖν ἐκλεκτῶν ἐκλεκτὸς εἷς ὁ Ἀπόστολος· Ταῦτα γὰρ ὑπομένω, φησί, διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι καὶ μιμεῖσθε τὸν Κύριον, τὸν δι' ἡμᾶς ὑπομείναντα τὸν σταυρόν, ἵνα ἡμεῖς σωτηρίας τύχωμεν. ∆ικαίως οὖν προέτασσεν λέγων· Εἰ δὲ μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

Ἴδες ἀγαθὴν πεποίθησιν ἀγαθῆς ψυχῆς; ἴδες ἐκλεκτῶν ἐκλεκτότερον, ἔσχατον πάντων τοῦ κηρύγματος, πρῶτον δὲ πάντων· ἔσχατον ἐν κόσμῳ, πρῶτον ἐν τῇ βασιλείᾳ· ἔσχατον εἰς τὸ πιστεῦσαι, πρῶτον εἰς τὸ σωθῆναι καὶ στεφανωθῆναι; δίκαιον εἰπεῖν· Ἔσονται οἱ ἔσχατοι πρῶτοι· οὐδὲν γὰρ ὑστέρησε τῶν ὑπὲρ λίαν ἀποστόλων, τολμῶ εἰπεῖν· τόλμην καὶ τὸν λόγον νῦν ἐπεξέρχομαι, οὐ διὰ τὸ μὴ