1

 2

 3

2

ἄνθρωπος, ἐμαστίχθη ὡς ἄνθρωπος, ἐνεπτύσθη ὡς ἄνθρωπος, ἐσταυρώθη ὡς ἄνθρωπος, ἐνεπαίχθη ὡς ἄνθρωπος, ὄξος ἐποτίσθη ὡς ἄνθρωπος, ἀπέθανεν ὡς ἄνθρωπος, ἐτάφη ὡς ἄνθρωπος, ἀνέστη ὡς θεὸς οὐχ ὡς ἄνθρωπος. Πῶς εὑρέθη θεὸς αὐτέγερτος; Ἔπαθε πολλὰ παρὰ πολλῶν καὶ οὐδένα τούτων ἠμύνατο, ἠτιμάσθη παρὰ τῶν δούλων καὶ οὐδένα τούτων ἐλυμήνατο. Ἰουδαῖοι ἐβόων καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός, καὶ πάλιν· ∆αιμόνιον ἔχει καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε, καὶ πάλιν· Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις· καί· οὐδενὶ κακὸν ἀντὶ κακοῦ ἀπέδωκεν. Ταῦτά μου τὴν ἀφροσύνην ἠπάτησεν, ταῦτά με τὸν ἄθλιον ἐχλεύασεν, διὰ τούτων ἠγκιστρεύθην, διὰ τούτων ἐδελεάσθην. Πάντα ὑπομεῖναι διὰ τοῦ σώματος κατεδέξατο· εἴ ποτε τῆς θεότητος ὑπέδειξε μέγεθος, ὀξέσι ποσὶν ἱπτάμενος ἀοράτως ὑπέστρεφον. Συνεσκίαζε πολλάκις παθήμασι καὶ οὐκ ἔφερον αὐτοῦ τὴν ἀχώρητον δύναμιν· ὅθεν πολλάκις θεασάμενος τῆς θεότητος τὰ τεκμήρια ἐβόων καὶ ἔλεγον διὰ τῶν ἑπομένων μοι πονηρῶν δαιμόνων· ∆έομαί σου μή με βασανίσῃς, καὶ πάλιν· Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.

Ἀλλ' ὡς ἤκουον βοῶντος· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου, καί· νῦν ἡ ψυχή μου τετάρακται, ὡς ἐθεασάμην ἀγωνιῶντα καὶ πρὸς τὸν ἑαυτοῦ πατέρα βοῶντα· Πάτερ, εἰ δυνατόν ἐστι παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, ἐπεπήδησα πάλιν κοινὸν λογισάμενος εἶναι ἄνθρωπον. Ὡς δὲ ἔοικεν, δι' ἐμὲ οὕτως ἐφθέγγετο, ἵνα με δελεάσῃ καὶ ἀπατήσας ἐμὲ τὸν ὑπ' ἐμοῦ ἀπατηθέντα λυτρώσηται ἄνθρωπον. Οὐκ ἔγνων δὲ ὁ δείλαιος· ἔδει με αὐτοῦ ἀκούσαντα· Μὴ φοβήθητε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, ἐξ αὐτῶν τῶν πραγμάτων ἐρευνᾶν τὴν ἀλήθειαν. Ὁ γὰρ μὴ φοβεῖσθαι ἀνθρώπῳ συμβουλεύων τὸν θάνατον, πῶς αὐτὸς φόβῳ τοῦ θανάτου συνείχετο; Ἀλλὰ θανατώσας ἐθανατώθην, σταυρώσας ἐστηλιτεύθην, ἥλους χαλκεύσας περιεπάρην, ἀκάνθας πλέξας ἐτραυματίσθην, χολὴν προσκομίσας πικρῶς ἐθανατώθην, χλανίδα ἐνδύσας συνεποδίσθην. Ἐπεὶ οὖν τῆς τοιαύτης εὐφροσύνης ἡ ἡμέρα πεπλήρωται, αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· αὐτὸς γὰρ ἐποίησε τὴν ἡμέραν καὶ διὰ τῆς ἀναστάσεως τῆς ἰδίας ἐφαίδρυνεν αὐτήν. Ὁ γὰρ δημιουργὸς τῆς ἡμέρας καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν κατεδέξατο διὰ τῆς σαρκὸς καὶ μησὶ καὶ ὥραις καὶ ἐνιαυτοῖς δουλεῦσαι, ὃν ὁ μακάριος Ἰωάννης ὁ εὐαγγελιστὴς ἐκήρυσσε λέγων· Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. Ἰωάννη, πῶς ὕψωσάς σου τὸν νοῦν, πῶς ἐκορύφωσάς σου τὸν λογισμόν, πῶς ὑπερέβης τὴν φύσιν, πῶς ἐπάτησας τὸν οὐρανόν, πῶς παρῆλθες τάξεις ἀγγέλων καὶ ἀρχαγγέλων καὶ αὐτὰς τὰς ἄνω δυνάμεις καὶ χοροστασίας, πῶς αὐτῷ τῷ θρόνῳ τῷ ἁγίῳ ἤγγισας, πῶς δὲ κἀκεῖνον παρέδραμες καὶ ἐθεάσω τὸν ἐν ἀρχῇ ὄντα ὄντως υἱὸν θεοῦ λόγον; Τίς σε, Ἰωάννη, ταύτην τὴν φωνὴν ἐδίδαξεν;

Πῶς λέγειν τὰ ἄρρητα κατετόλμησας; Πῶς τὸν υἱὸν λόγον ὠνόμασας; Οὐδεὶς ἄλλος ταῦτα ἐφθέγξατο. Καὶ πάντως Ἰωάννης ἐρεῖ ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ λαλῶν, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον τὸ λαλοῦν ἐν ἐμοί. Αὐτὸ παρεσκεύασε μὴ λέγειν ἐν ἀρχῇ ὁ υἱὸς ἐγεννήθη, ἐπειδὴ φιλοπράγμονες ὑπάρχουσιν οἱ κακῶς φρονοῦντες καὶ περιεργάζονται τοὺς λόγους καὶ τρακτεύουσι τὰ ῥήματα. Καὶ ἤμελλον ἀκούσαντες ὅτι ἐν ἀρχῇ ὁ υἱὸς ἐγεννήθη τὸν τρόπον τῆς γεννήσεως συντάττειν καὶ πῶς καὶ πότε καὶ παθητὴν ὑπολαμβάνειν τὴν γέννησιν. ∆ιὰ τοῦτο καὶ τὴν ἀμφιβολίαν αὐτῶν τῆς ψυχῆς ἐξορίζει καὶ τὴν παθητικὴν διασκεδάζει ὑπόνοιαν λέγων· Ἐν ἀρχῇ ἦν ὁ λόγος. Ὥσπερ δὲ ἐκ τοῦ νοῦ ἀπαθῶς ὁ λόγος προέρχεται καὶ οὔτε τὸν γεννήσαντα μειοῖ καὶ αὐτὸς προέρχεται τέλειος, οὕτως καὶ ὁ υἱὸς τοῦ θεοῦ τέλειος ἐξ ὅλου γεγέννηται