1

 2

 3

 4

2

τῆς οἰκίας τοὺς ἐσθίοντας ὡς ἐξαρκεῖν εἰς τὴν βρῶσιν καὶ μηδὲν περισσεῦσαι, θύεσθαι δὲ "τῇ τεσσαρεσκαιδεκάτῃ" τὸ πρόβατον "πρὸς ἑσπέραν". Οὐκοῦν πέντε μὲν ἡμέρας σύνεστι τὸ θῦμα τοῖς μέλλουσι σώζεσθαι δι' αὐτοῦ· περαιου μένης δὲ τῆς πέμπτης, τὸ μὲν ἱερεῖον θύεται, ὁ δὲ θάνατος ὑπερβαίνει, ὁ δὲ σωθεὶς ἀπολαύει διηνεκοῦς φωτός, διά τε νυκτὸς ὅλης λαμπούσης σελήνης καὶ τοῦ ἡλίου τὴν σελήνην διαδεχομένου, τοῦτο γὰρ ἐν πεντεκαιδεκάτῃ καὶ πανσελήνῳ 9 γίνεται. Τὰ δὲ πέντε διαστήματα ταῦτα τὸν ἅπαντα δείκνυσι χρόνον τοῦ κόσμου διαιρούμενον εἰς πέντε, εἴς τε τὸν ἀπὸ Ἀδὰμ μέχρι Νῶε καὶ τὸν ἀπὸ Νῶε μέχρι Ἀβραὰμ καὶ τὸν ἐξ Ἀβραὰμ ἐπὶ Μωϋσῆν καὶ τὸν ἀπὸ Μωϋσέως ἐπὶ τὴν Χριστοῦ παρουσίαν καὶ πέμπτον <τὸν> αὐτῆς τῆς παρουσίας· ἐν ᾧ χρόνῳ παντὶ προὔκειτο μὲν ἀνθρώπῳ ἡ διὰ τοῦ μακαρίου θύματος σωτηρία, οὔπω δὲ ἐτελεῖτο, ἐν δὲ τῷ πέμπτῳ διαστήματι τοῦ χρόνου τὸ πάσχα τὸ ἀληθὲς ἐθύετο καὶ ὁ δι' αὐτοῦ σωζόμενος πρωτόγονος ἄνθρωπος εἰς τὸ διηνεκὲς ἐξῄει φῶς· καὶ τό γε μὴ ἐπ' αὐτῆς τῆς ἑσπέρας ἀλλὰ "πρὸς ἑσπέραν" τὸ πάσχα θύεσθαι ἐδήλου τὸ μὴ ἐν αὐτῷ τῷ τέλει τοῦ πάροντος αἰῶνος ἀλλὰ πρὸς 10 αὐτὸ [τὸ] πάσχειν Χριστόν.

∆ιῃρημένον δὲ οὕτω τὸν χρόνον ἔδειξεν ἡ παραβολὴ <Χριστοῦ> τεμόντος εἰς πέντε τὴν ἡμέραν καὶ τοὺς κεκλημένους εἰς τὸν ἀμπελῶνα, τοῦτ' ἔστιν εἰς τὴν τῆς δικαιοσύνης ἐργασίαν, φάσκοντος καλεῖσθαι τοὺς μὲν ὑπὸ τὴν πρώτην ὥραν, τοὺς δὲ ὑπὸ τρίτην, τοὺς δὲ ὑπὸ ἕκτην, τοὺς δὲ ἐννάτην, τοὺς δὲ ἑνδεκάτην· καὶ γὰρ ἦσαν διάφοροι κλήσεις αὗται καὶ διάφορα δικαιώματα, ἕτερον μὲν τὸ ἐπὶ Ἀδάμ, ἕτερον δὲ τὸ ἐπὶ Νῶε, ἄλλο τὸ ἐπὶ Ἀβραάμ, ἄλλο τὸ ἐπὶ Μωϋσέως, τελευταῖον δὲ καὶ τελεώτατον τὸ ἐπὶ τῆς Χριστοῦ παρουσίας, ὅτε καὶ τῶν ἔργων ὁ μισθὸς ἀποδίδοται πρώτοις τοῖς τελευταίοις κατὰ τὴν σωτήριον παραβολήν, ἐπεὶ πρῶτοι τὴν ἀναγέννησιν ἡμεῖς ἐν βαπτίσματι κομιζόμεθα, οἷς "ἐτύθη Χριστός", ἐφ' ᾧ ἀνέστη καὶ τὸ πνεῦμα τὸ ἅγιον εἰς ἀνακαίνισιν ἡμῶν ἐνεφύσησεν.

11 Αὕτη μὲν οὖν ἡ τεσσαρεσκαιδεκάτη μυστικῶς νοουμένη, καὶ τοιοῦτον τὸ τοῦ θύματος σύμβολον καὶ ἡ τὴν θυσίαν διαδεχομένη φωτεινὴ νὺξ καὶ ἡμέρα· τὸ δὲ ὅλον ἐφ' ἑκάστης οἰκίας ἐσθίεσθαι τὸ ἱερεῖον καὶ μὴ ἐκφέρεσθαι τῶν κρεῶν "ἔξω" δηλοῖ μίαν οἰκίαν μόνην ἔχουσαν τὴν ἐν Χριστῷ σωτηρίαν, αὕτη δὲ ἦν ἡ καθ' ὅλης τῆς οἰκουμένης ἐκκλησία, ἡ πάλαι μὲν ἀλλοτρία θεοῦ, νῦν δὲ μόνη πρὸς θεὸν οἰκείως ἔχουσα διὰ τὸ δέξασθαι τοὺς ἀποσταλέντας παρὰ τοῦ κυρίου Ἰησοῦ, ὥσπερ ἡ τῆς Ῥαὰβ ἡ τῆς πάλαι πόρνης οἰκία τοὺς κατασκόπους ὑποδεξαμένη τοὺς παρὰ Ἰησοῦ μόνη καὶ 12 ἐσώζετο, τῆς Ἱεριχῶ πορθουμένης· ὥστε εἰ καὶ πλείους αἱ τῶν Ἑβραίων οἰκίαι μιᾶς ἔχουσι δύναμιν, ὥσπερ αἱ κατὰ πόλεις καὶ χώρας ἐκκλησίαι πολλαὶ τὸν ἀριθμὸν οὖσαι μία ἐστὶν ἐκκλησία· εἷς γὰρ ἐν αὐταῖς ὁ Χριστὸς ἁπανταχοῦ ὁ τέλειος καὶ ἀμέριστος-διόπερ "τέλειον" ἦν ἐφ' ἑκάστης οἰκίας τὸ ἱερεῖον καὶ οὐκ εἰς διαφόρους ἐμερίζετο· - φησὶ γοῦν ἡμᾶς καὶ ὁ Παῦλος ἕνα εἶναι πάντας ἐν Χριστῷ, διότι καὶ ὁ κύριος εἷς καὶ ἡ πίστις μία.

13 Τὴν οὖν ἕνωσιν τοῦ ἱερείου τὴν ἀδιαίρετον ἀναγκαίως ὁ νόμος εἰς Χριστὸν προετύπου, ἐν ταύτῃ καὶ τὴν τῆς ἐκκλησίας ἕνωσιν προδιατυπῶν· ἐν Χριστῷ μὲν δὴ τὴν σωτηρίαν ἔχομεν καὶ ἐν τῇ θυσίᾳ τοῦ Χριστοῦ, καὶ πάντα τὰ πρὸ τῆς παρουσίας εἰς τὴν παρουσίαν προευτρεπισθέντα γινώσκομεν καὶ τοῦτο μόνον εἰς σωτηρίαν ἁπάσῃ τῇ ἀνθρωπότητι προκείμενον ἐξ ἀρχῆς καθαπερεὶ πρὸ ὀφθαλμῶν τὸν Χριστὸν ὑπὲρ πάντων τυθῆναι, μιᾷ δὲ τῇ ἐκκλησίᾳ προσήκουσαν τὴν σωτηρίαν ταύτην ἐπιστάμεθα καὶ μηδένα τῆς καθολικῆς ἔξωθεν ἐκκλησίας καὶ πίστεως μετέχειν Χριστοῦ δυνάμενον 14 μηδὲ σώζεσθαι· καὶ ταῦτα εἰδότες οὔτε ἐν τοῖς κατὰ νόμον ἀλλ' ἐν Χριστῷ τὴν ἁπαντὸς τοῦ κόσμου σωτηρίαν ἴσμεν περαιουμένην, οὐδὲ ταῖς ἀθέοις αἱρέσεσιν ἀπονέμομέν τι πρὸς τὴν ἐλπίδα ἀλλὰ παντελῶς ἔξω τῆς ἐλπίδος τίθεμεν αὐτάς, ἅτε δὴ μηδὲ τὴν βραχυτάτην ἐχούσας Χριστοῦ μετουσίαν