2
τῶν ὀνομάτων συμβαίνῃ κοινωνία οὔ φασι γίνεσθαι συνωνύμους. Ἡ Γραφὴ δὲ οὐχ οὕτως· ἀλλ' ὅταν ἴδῃ πολλὴν τῆς φιλοσοφίας τὴν συγγένειαν, κἂν ἕτερα ὀνόματα ᾖ κείμενα τοῖς κατὰ τὸν τρόπον κοινωνοῦσιν ἀλλήλοις, ἀπὸ τῆς αὐτῆς αὐτοὺς προσ ηγορίας καλεῖ. Καὶ τούτου οὐ πόῤῥωθέν ἐστι παρα σχεῖν τὴν ἀπόδειξιν, ἀλλ' αὐτὸν τοῦτον τὸν Ἰωάννην τὸν Ζαχαρίου παραγαγόντες εἰς μέσον. Τῶν γὰρ μαθητῶν ἐρωτησάντων, εἰ μέλλοι παραγίνεσθαι πά λιν Ἠλίας, ἀπεκρίνατο· Καὶ ὅτι εἰ θέλετε δέξασθαι; Οὗτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. Καὶ μὴν Ἰωάννης ἐλέγετο· ἀλλ' ἐπειδὴ Ἠλίου τὸν τρόπον 52.764 εἶχε, διὰ τοῦτο καὶ τῆς προσηγορίας αὐτῷ μετέδωκε ταύτης· ἐπειδὴ τὸ πνεῦμα Ἠλίου ἐκτήσατο, διὰ τοῦτο καὶ τὸ ὄνομα Ἠλίου. Καὶ γὰρ ἐρήμους χώρας ᾤκησαν ἀμφότεροι· καὶ ὁ μὲν μηλωτὴν, ὁ δὲ τρί χινον ἱμάτιον περιεβέβλητο· καὶ τράπεζα ὁμοίως αὐ τοῖς εὐτελὴς καὶ λιτὴ ἦν. Καὶ ὁ μὲν τῆς προτέρας παρουσίας διάκονος γέγονεν, ὁ δὲ ἔσται τῆς μελλού σης αὖθις. Ἐπεὶ οὖν καὶ διαίτης τρόπος καὶ ἱματίων περιβολὴ, καὶ τόπων διατριβαὶ, καὶ διακονία μία, καὶ πάντα ἴσα ἦν αὐτοῖς· διὰ τοῦτο καὶ ὄνομα ἓν ἀμφοτέροις ἐπέθηκε, δεικνὺς ὅτι κἂν ἕτερόν τις ὄνομα ἔχῃ, δύναται εἶναι ἐκείνῳ συνώνυμος, οὗ τὸν τρόπον ἐζήλωσεν. δʹ. Ἐπεὶ οὖν ἀναμφισβήτητος οὗτός ἐστιν ὁ κανὼν, καὶ ἀκριβὴς οὗτος συνωνύμων ὅρος παρὰ τῇ θείᾳ Γραφῇ, φέρε, δείξωμεν ὅπως καὶ τὸν τρόπον ἐζήλωσε τὸν Ἰωάννου ὁ σοφὸς οὗτος ἡμῶν πατὴρ, ἵνα μάθητε ὅτι καὶ τῆς προσηγορίας οὗτος δικαιότερον ἂν κληρονομήσειε τῆς ἐκείνου. Οὐκ ἦν ἐκείνῳ τράπεζα, οὐδὲ κλίνη, οὐδὲ οἰκία ἐπὶ γῆς· ἀλλ' οὐδὲ τούτῳ ποτὲ ἐγένετο. Καὶ τούτου μάρτυρες ὑμεῖς, πῶς τὸν ἅπαντα χρόνον διετέλεσεν, ἀποστολικὸν ἐπιδεικνύμενος βίον, μηδὲν ἴδιον ἔχων, ἀλλὰ παρ' ἑτέρων τρεφόμενος, αὐτὸς τῇ προσευχῇ καὶ τῇ διδασκαλίᾳ τοῦ λόγου προσκαρτερῶν. Ἐκήρυξεν ἐκεῖνος, πέραν τοῦ ποταμοῦ διατρίβων ἐν ταῖς ἐρημίαις· καὶ οὗτος πέραν τοῦ ποταμοῦ ποτε τὴν πόλιν πᾶσαν λαβὼν, τὴν ὑγιῆ διδασκαλίαν ἐπαίδευσεν. Ὤκησεν ἐκεῖνος εἰς δεσμωτήριον καὶ τὴν κεφαλὴν ἀπετμήθη διὰ τὴν ὑπὲρ τοῦ νόμου παῤῥησίαν· ἀλλὰ καὶ οὗτος πολλάκις τῆς πατρίδος ἐξέπεσε διὰ τὴν ὑπὲρ τῆς πίστεως παῤῥησίαν, πολλάκις δὲ καὶ τὴν κεφαλὴν ἀπετμήθη διὰ τὴν αὐτὴν ταύτην αἰτίαν, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ προθέσει. Οὐ γὰρ φέροντες οἱ τῆς ἀληθείας ἐχθροὶ τὴν τῆς γλώττης αὐτοῦ δύναμιν, μυρίας πάντοθεν ἔῤῥαπτον ἐπιβουλὰς, καὶ ἐκ πασῶν αὐτὸν ἐῤῥύσατο Κύριος. Φέρε οὖν γλώττης ἀκούσωμεν ταύτης, δι' ἣν καὶ ἐκινδύνευσε καὶ ἐσώθη. Περὶ ἧς οὐκ ἄν τις ἁμάρτοι τοῦτο εἰπὼν, ὃ περὶ τῆς γῆς [τῆς] ἐπαγγελίας εἴρηκε Μωσῆς. Τί δὲ περὶ ἐκείνης εἶπεν; Γῆν ῥέουσαν γάλα καὶ μέλι. Τοῦτο καὶ περὶ τῆς γλώττης ἔστιν εἰπεῖν· γλῶττα ῥέουσα γάλα καὶ μέλι τούτου. Ἵν' οὖν καὶ γάλακτος ἀπολαύσωμεν, καὶ τοῦ μέλιτος ἐμφορηθῶμεν ἐνταῦθα τὸν ἡμέτερον καταπαύσαντες λόγον, ἀκούσωμεν τῆς λύρας καὶ τῆς σάλπιγγος. Ὅταν μὲν γὰρ τὴν ἡδονὴν ἐννοήσω τῶν ῥημάτων, λύραν καλῶ τὴν τούτου φωνήν· ὅταν δὲ τὸ δυνατὸν τῶν νοημάτων, σάλπιγγά τινα πολεμικὴν, καὶ τοιαύτην, οἵαν εἶχον οἱ Ἰουδαῖοι, ἡνίκα τὰ τῆς Ἱεριχὼ τείχη κατέβαλον. Καθάπερ γὰρ τότε ἡ τῶν σαλπίγγων ἠχὴ, πυρὸς σφοδρότερον τοῖς λίθοις προσπίπτουσα, πάντα ἀνήλισκε καὶ ἐδαπάνα· οὕτω καὶ ἡ τούτου φωνὴ νῦν, οὐχ ἧττον τῆς σάλπιγγος ἐκείνης τοῖς τῶν αἱρετικῶν ὀχυρώμασιν ἐμπεσοῦσα, λογι 52.765 σμοὺς καθαιρεῖ, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ἀλλ' ἵνα μὴ διὰ τῆς ἡμετέρας γλώττης, ἀλλὰ διὰ τῆς τούτου ταῦτα μάθητε, ἀνα 52.766 παύσωμεν τὸν ἡμέτερον λόγον, δόξαν ἀναπέμψαντες τῷ Θεῷ, τῷ τοιούτους παρασχόντι διδασκάλους, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.