1

 2

 3

 4

 5

 6

2

51.366 Ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι. καὶ τῶν πολλὰ λυπούντων. Κἂν μὴ τοῦτο ποιῶμεν, ἀπολλύμεθα πάντως· καὶ δῆλον ἐκ τοῦ παραδείγματος τοῦ κατὰ τὸν Φαρισαῖον. Εἰ γὰρ οὗτος, οὐχὶ τῶν ἐχθρῶν κατευξάμενος, ἀλλὰ κενοδοξήσας μόνον, τοσαύτην ἔδωκε δίκην, τίς μένει τιμωρία τοὺς μακροὺς καὶ πολλοὺς κατὰ τῶν ἐχθρῶν ἀποτείνοντας λόγους; Τί ποιεῖς, ἄνθρωπε; ἕστηκας συγγνώμην αἰτῶν ἁμαρτημάτων, καὶ θυμοῦ πληροῖς τὴν διάνοιαν; Ὅτε πάντων ἡμερωτέρους εἶναι χρὴ, ∆εσπότῃ διαλεγομένους, ὑπὲρ οἰκείων πλημμελημάτων παρακαλοῦντας, ἔλεον καὶ φιλανθρωπίαν καὶ συγγνώμην αἰτοῦντας, τότε ἀγριούμεθα, καὶ πρὸς θηριωδίαν ἐκπίπτομεν, καὶ πικρίας τὸ στόμα πληροῦμεν; Καὶ πῶς δυνησόμεθα, εἰπέ μοι, τῆς σωτηρίας ἐπιτυχεῖν, σχῆμα μὲν ἱκετῶν προβαλλόμενοι, ῥήματα δὲ ἀπονοίας φέροντες, καὶ καθ' ἑαυτῶν παροξύνοντες τὸν ∆εσπότην; Εἰσῆλθες τὰ οἰκεῖα θεραπεῦσαι τραύματα, οὐχὶ τὰ τοῦ πλησίον χαλεπώτερα ἐργάσασθαι· ἱλασμοῦ καιρός ἐστιν, εὐχῆς καιρὸς καὶ στεναγμοῦ, οὐχὶ ὀργῆς· δακρύων, οὐχὶ θυμοῦ, κατανύξεως, οὐχὶ ἀγανακτήσεως. Τί συγχέεις τὴν τάξιν; τί σαυτῷ πολεμεῖς; τί καταλύεις σου τὴν οἰκοδομήν; Τὸν εὐχόμενον πρὸ τῶν ἄλλων ἁπάντων ἥμερον ἔχειν χρὴ διάνοιαν, κατεσταλμένον νοῦν, συντετριμμένην καρδίαν· ὁ δὲ τῶν ἐχθρῶν καταβοῶν οὐκ ἂν δυνηθείη τοῦτο κατορθῶσαί ποτε· θυμοῦ γάρ ἐστι πεπληρωμένος, καὶ οὐχ οἷός τέ ἐστιν ἔχειν κατεσταλμένην διάνοιαν.

Μὴ τοίνυν κατευχώμεθα τῶν ἐχθρῶν, ἀλλὰ μηδὲ τῶν κατορθωμάτων τῶν ἡμετέρων μνημονεύωμεν, ἵνα μὴ πάθωμεν ὅπερ ὁ Φαρισαῖος. Ὥσπερ γὰρ ἁμαρτημάτων μεμνῆσθαι, καλὸν, οὕτω κατορθωμάτων ἐπιλελῆσθαι, καλόν. Τίνος ἕνεκεν; Ὅτι ἡ μὲν τῶν κατορθωμάτων μνήμη πρὸς ἀλαζονείαν ἡμᾶς ἐπαίρει, ἡ δὲ τῶν ἁμαρτημάτων μνήμη καταστέλλει τὴν διάνοιαν καὶ ταπεινοῖ· καὶ ἐκείνη μὲν ῥᾳθυμοτέρους ποιεῖ, αὕτη δὲ σπουδαιοτέρους ἐργάζεται. Καὶ γὰρ ὅσοι μηδὲν νομίζουσιν ἔχειν καλὸν, προθυμότεροι γίνονται πρὸς τὸ κτήσασθαι τὰ καλά· οἱ δὲ πολλὴν ἑαυτοῖς ἀποτεθεῖσθαι τὴν ἐμπορίαν ἡγούμενοι, θαῤῥοῦντες τῇ ταύτης περιουσίᾳ, οὐκ ἂν πολλὴν ἐπιδείξαιντο σπουδὴν πρὸς τὸ πλείονα περιλαβέσθαι πάλιν. γʹ. Μὴ τοίνυν μνησθῇς τῶν κατορθωμάτων, ἵνα μνησθῇ αὐτῶν ὁ Θεός. Λέγε γὰρ, φησὶ, τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Καὶ πάλιν· Οὐ μὴ μνησθῶ τῶν ἀνομιῶν σου, φησί· σὺ δὲ μνήσθητι. Ἀλλὰ τίνος ἕνεκεν τοῦ τελώνου οὕτω ταχέως ἐπήκουσεν ὁ Θεὸς, τὸν δὲ Ἰσαὰκ ἀφῆκεν εἴκοσιν ἔτη δέεσθαι καὶ παρακαλεῖν αὐτὸν περὶ τῆς γυναικὸς αὐτοῦ, καὶ τότε ἐπένευσε ταῖς εὐχαῖς τοῦ δικαίου; Ἀνάγκη γὰρ τῆς χθὲς διδασκαλίας ἀποδοῦναι ὑμῖν τὰ λείψανα. Τίνος οὖν ἕνεκεν τοῦτο γέγονεν; Ἵνα ἀπὸ μὲν τῶν κατὰ τὸν τελώνην μάθῃς τὴν φιλανθρωπίαν τοῦ ∆εσπότου ταχέως ἐπακούσαντος, ἀπὸ δὲ τῶν κατὰ τὸν Ἰσαὰκ μάθῃς τὴν ὑπομονὴν τοῦ δούλου βραδέως λαβόντος, καὶ οὐκ ἀποστάντος τῆς ἱκετηρίας· ἵνα, κἂν ἁμαρτωλὸς ᾖς, 51.367 μὴ ἀπογνῷς, κἂν δίκαιος ᾖς, μὴ ἐπαρθῇς. Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Κακῶς εἶχεν ὁ τελώνης· διὰ τοῦτο ταχέως αὐτῷ ὤρεξε χεῖρα· ὁ δὲ Ἰσαὰκ ἰσχυρότερος ἦν, καὶ διὰ τοῦτο αὐτὸν εἴασεν, ἵνα αὐτοῦ τὴν ὑπομονὴν ἐπιτείνῃ. Ἀλλ' οὗτος μὲν ἐκ περιουσίας ἡμῖν ὁ λόγος εἰρήσθω. Τίνος δὲ ἕνεκεν ἡ γυνὴ στεῖρα ἦν, ἀναγκαῖον εἰπεῖν, ἵν', ὅταν ἴδῃς Παρθένον μητέρα γινομένην, μὴ ἀπιστήσῃς· ἵν', ὅταν εἴπῃ σοι ὁ Ἰουδαῖος, Πῶς ἔτεκεν ἡ Μαρία; εἴπῃς αὐτῷ, Πῶς ἔτεκεν ἡ Σάῤῥα, καὶ ἡ Ῥεβέκκα, καὶ ἡ Ῥαχήλ; Ὅτανγὰρ μέλλῃ τι θαυμαστὸν καὶ μέγα γίνεσθαι θαῦμα, πολλοὶ προτρέχουσι τύποι. Καὶ καθάπερ βασιλέως εἰσιόντος, προτρέχουσι στρατιῶται, ὥστε μὴ ἀθρόον ἀπαρασκευάστως δέξασθαι τὸν βασιλέα· οὕτω καὶ θαύματος μέλλοντος γίνεσθαι παραδόξου, προτρέχουσι τύποι, ὥστε ἡμᾶς προμελετήσαντας μὴ καταπλαγῆναι ἀθρόον, μηδὲ ἐκστῆναι τῷ παραδόξῳ τοῦ γινομένου. Τοῦτο καὶ ἐπὶ τοῦ θανάτου. Προέδραμεν Ἰωνᾶς, καὶ ἐγύμνασεν ἡμῶν τὴν διάνοιαν. Καθάπερ γὰρ ἐκεῖνον μετὰ τρεῖς ἡμέρας