1

 2

 3

 4

 5

 6

2

ἀμφιβάλλῃς ὅτι οὐ πάντως κατὰ τὸν νόμον ἡ παρθένος ἐποίησεν, ἄκουσον τί φησιν ὁ εὐαγγελιστής· "Ὅτε ἐπληρώθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωσέως, ἀνήγαγον τὸ 60 παιδίον εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου· ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται". Ἴδε οὖν αὐτὸς πείθει ἡμᾶς ὁ εὐαγγελιστής· ἐτέλεσε τὰς τεσσαράκοντα ἡμέρας κατὰ τὸν νόμον Μωυσέως. Καὶ τότε "ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ", τουτέστι τῷ πατρί, τὸν μηδέπω χωρισθέντα τοῦ πατρός· "ἀνήγαγον παραστῆσαι τῷ Κυρίῳ" τὸν Κύριον πάντων τῶν αἰώνων· "ἀνήγαγον παραστῆσαι" τὸν σύνθρονον τοῦ πατρός, ᾧ τὰ Χερουβὶμ παρίστανται μετὰ φόβου· "ἀνήγαγόν" φησιν ὁ εὐαγγελιστὴς "παραστῆσαι τῷ Κυρίῳ καθὼς γέγραπται ἐν νόμῳ Κυρίου, ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται". ∆ιατί δὲ ἄρα τὸ τοῦ νόμου ἐποιεῖ ὁ Κύριος ἐλθών; ἵνα παραγάγῃ τὸν νόμον, ἴδιον γὰρ τῆς τοῦ θεοῦ σοφίας καὶ προγνώσεως τοῦτο. Ἀπέκλειε γὰρ διά τε τῶν γραμμάτων, διά τε τῶν λόγων, τὰς αὐτῶν κακονοίας, λέγων "Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἀλλὰ πληρῶσαι τοῦτον". Οὐδὲ γὰρ ὤκνησαν οἱ Ἰουδαῖοι κατηγορίας ἐφευρίσκειν κατὰ τοῦ Κυρίου, διὸ καὶ τὰ τοῦ νόμου ἐντάλματα ποιῶν, καὶ οὕτως ὑπ' αὐτῶν ἠτιμάζετο. Εἰ δὲ τὰ τοῦ νόμου μὴ ἐποίει, τίς ἄρα ἐπέκλειεν αὐτῶν τὰ ἀναίσχυντα στόματα τοιαῦτα μελλόντων λέγειν, ὅτι ἐξ ἀτονίας τινὸς μὴ ἰσχύων τὰ τοῦ νόμου ποιεῖν κελεύσματα, ἄλλον τινὰ ἐφευρίσκει ἐλαφρὸν νόμον κηρύττειν, μὴ ἰσχύων αὐτὸς τὰ τοῦ νόμου ποιεῖν ἢ πράττειν; Ὅμως μέντοι οὐκ ἐξακολουθεῖ τοῖς λόγοις αὐτῶν, ἐπειδὴ πολλὰ τῆς σωτηρίας καὶ τῆς οἰκονομίας ἡμῶν ἕνεκεν ἐποιεῖ μυστήρια· ὅμως ἔσπευδε κἀκείνων τὴν σωτηρίαν ἐπισπάσασθαι καὶ πρὸς ἡμᾶς ἐκπληρῶσαι τὸ τῆς οἰκονομίας μυστήριον. Τὸ γὰρ πράττειν αὐτὸν τὰ τοῦ νόμου οὐδὲν ἑτερόν ἐστιν ἢ ἵνα πλήρωμα δῷ τῷ νόμῳ, τῆς δὲ χάριτος ἄρξηται διδόναι τὰς δωρεάς. †Οὐ μὴν δὲ τοῦτο μόνον† τύπον καὶ σκιὰν εἶναι τῶν ἀληθινῶν πραγμάτων τῆς χάριτος. Καὶ ἀνέλαβεν ὁ θεὸς λόγος ἐν τῇ οἰκείᾳ σαρκὶ 62 τὰ τοῦ νόμου καὶ κλείσας νόμον ἤνοιξε διὰ τῆς οἰκείας εὐσπλαγχνίας τὰ τῆς δωρεᾶς χαρίσματα. Τοίνυν θαυμάσωμεν τοῦ Παύλου βοῶντος· "Ω βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνιάστοι αἱ ὁδοὶ αὐτοῦ". Καὶ ὁ Χριστὸς βοᾷ· "Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι". Ἀληθῶς γὰρ ἦλθεν ὁ τοῦ θεοῦ καὶ πατρὸς υἱὸς ἀναδέξασθαι ἐν τῇ οἰκείᾳ σαρκὶ τὰ τοῦ νόμου, οὐκ ἄνωθέν ποθεν κατενέγκας τὴν σάρκα, ἀλλ' εἰσελθὼν ἐν τῇ μήτρᾳ τῆς παρθένου καὶ σαρκωθεὶς ἐξ αὐτῆς· οὐ προϋπάρξαντος βρέφους, ἀλλὰ μετὰ τὸ εἰσελθεῖν ἐν τῇ κοιλίᾳ αὐτῆς τότε ἐκ τῶν τῆς παρθένου μελῶν σαρκωθεὶς ἄνευ σπορᾶς. Ἡ δὲ παναγία παρθένος ἐκ πνεύματος ἁγίου συλλαβοῦσα τοῦτον, ὃν τὰ σύμπαντα χωρῆσαι οὐκ ἠδύναντο, ἔτεκεν αὐτὸν σαρκωθέντα. Ὢ τοῦ φοβεροῦ καὶ φρικτοῦ μυστηρίου τὸ θαῦμα· τίς ἀκούσας οὐκ ἐκπλάγει; τίς ἐννοήσας οὐ θαυμάσειεν; ὅτι ὃν τὰ σύμπαντα οὐκ ἐχώρησε μήτρα παρθενικὴ ἐχώρησεν. Ἐπεὶ οὖν ἔχει ὁ νόμος ἀμνὸν ἐνιαύσιον συνεισφέρειν τὴν τικτοῦσαν εἰς ὁλοκαύτωσιν, καὶ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν, τὸν μὲν ἀμνὸν οὐ συνεισήγαγε, διὰ τὸ μὴ ἔχειν κατὰ χεῖρας. Ὄντως γὰρ καὶ ὁ νόμος λέγει· "Ἐὰν δὲ μὴ εὐπορῇ ἡ χεὶρ αὐτῶν, συνοίσουσι δύο τρυγόνας ἢ τοὺς δύο νεοσσοὺς τῶν περιστερῶν".

Εἶδες ποῦ θεὸς ἐνῴκησεν ὁ μόνος πλούσιος; ὁρᾷς εἰς ποίαν πενίαν καὶ πτωχείαν κατῆλθε; καὶ τοιαύτην πενίαν ὥστε μηδὲ ἑὼς ἀμνοῦ εὐπορεῖν τὴν παρθένον; γνῶθι οὖν ποῦ θεὸς ἐνοικεῖ, οὐκ εἰς πολύπλουτον γυναῖκα χρήμασι βεβυθισμένην, ἀλλ' εἰς πλοῦτον ἐναρέτου ψυχῆς. Οἱ γονεῖς δὲ οἱ καθ' ἡμᾶς, ἡνίκα ἂν μέλλωσι τοὺς ἰδίους παῖδας γυναικὶ συζεῦξαι, ἐρευνῶσι ποῦ τίς κόρη ἐστὶ πλουσία ἔχουσα χρημάτων ὄγχους, εἶτα εἰ ἔστιν εὔοπτος 64 καὶ περικαλλής, καὶ οὐκ ἐξερευνῶσιν εἰ ἔστι σώφρων ἢ ἄλλο τι τῶν τοιούτων, ἀλλὰ πλοῦτον τὸν ἀεὶ