2
ὁλκάδος τοῦτον ἔχει τὸν νοῦν· οὐκ ἦν γὰρ ὑπὸ τοῦ Κυρίου γινόμενον, ὃ οὐκ ἦν μυστηρίου ἐχόμενον. Θαλάσσῃ παρείκασται ὁ βίος οὗτος, πλοίῳ ἡ ἀνθρωπίνη ὑπόστασις, φέρουσα καθάπερ ἐπιβάτας καὶ κυβερνήτην τοὺς λογισμοὺς καὶ τὸν νοῦν. Ἐὰν οὖν τοῦτο τὸ πλοῖον, τουτέστιν ἡ ἀνθρωπίνη ὑπόστασις, ἐν τούτῳ τῷ βίῳ χειμαζομένη ὑπὸ τῆς τοῦ διαβόλου κακίας, καὶ ἀπὸ τῶν ἐναντίων δαιμόνων τῶν τὰ κύματα τῶν ἐπιθυμιῶν ἐξεγειρόντων, καὶ τὸν ἁλμυρὸν ἀφρὸν τῶν ἡδονῶν πρὸς τὸν ἔνδοθεν νοῦν ἐπιῤῥιπτόντων καὶ ταῖς ἐπιθυμίαις τὸν κυβερνήτην νοῦν σειόντων, καὶ πρὸς τὴν ἁμαρτίαν βυθιζόντων ὅτι δὲ ἕκαστος τῶν ἀνθρώπων ταῖς πολυφλόγοις ἡδοναῖς σειόμενος πρὸς τὴν ἁμαρτίαν ἐβυθίζετο, μαρτυρεῖ μου τῷ λόγῳ ∆αυῒδ ὁ προφήτης. Ὅτε γὰρ περὶ τὴν σωφροσύνην ἐναυάγησεν, ἀνεβόα λέγων· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Οὐ γὰρ τοῦτο κατὰ ἱστορίαν εὑροῦμέν που γεγραμμένον τῷ ∆αυΐδ· ποῦ γὰρ ∆αυῒδ ἔπλευσεν; ἢ εἰς ποῖον πέλαγος ἀπελθὼν ἐβυθίσθη; ἀλλ' οὐ 64.22 δαμοῦ.
Τί οὖν ἐστιν ὃ λέγει, ἢ πάντως, ἐν τῷ βίῳ τούτῳ ὥσπερ ἐν θαλάσσῃ ὑπάρχων, καὶ σεισθεὶς ταῖς ἡδοναῖς καθάπερ κύμασι, καὶ τοὺς ἁρμοὺς τῶν λογισμῶν λυθεὶς, λάβρον τὸ κῦμα τῆς ἐπιθυμίας ἔνδοθεν δεξάμενος, τοῦ ἀνδρὸς πρὸς τὴν τοῦ Οὐρίου γυναῖκα ἐκλυθεὶς, ναυάγιον σωφροσύνης ὑπέμεινεν. ∆ιὸ ἔλεγεν· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Εἶτα πάλιν μετανοήσας καὶ οἱονεὶ ἀνανήψας ἐκ τοῦ βάθους τῆς ἁμαρτίας, πάλιν κρατῶν τοῦ πηδαλίου τῆς σωφροσύνης, καὶ τὸν ἑαυτοῦ βίον ἐν σωφροσύνῃ ῥυθμίζων, ηὔχετο τῷ Θεῷ λέγων· Μή με πάλιν καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός. Τοιοῦτόν τι καὶ ὁ Ἀπόστολος μυστικῶς αἰνιττόμενος λέγει τὴν ἀνθρωπότητα, Τρίτον ἐναυάγησα. Τί γάρ φησιν; Τρὶς ἐναυάγησα; νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Τρίτον γὰρ ἐναυάγησεν ἡ ἀνθρωπότης, ἅπαξ ἐν τῷ παραδείσῳ διὰ τῆς παραβάσεως, δεύτερον πάλιν ἐν τῷ κατακλυσμῷ Νῶε, τρίτον μετὰ τὸ δέξασθαι τὸν νόμον πρὸς τὴν εἰδωλολατρείαν ἐξέπεσεν ὁ λαὸς, ἕως οὗ ἐλθὼν ὁ τῶν ψυχῶν ἡμῶν κυβερνήτης Χριστὸς, στήσας τὸ ἱστίον τοῦ σταυροῦ ἐν μέσῃ τῇ γῇ, ἀχείμαστον ἡμῖν τὸν εἰς οὐρανόπολιν πλοῦν οἰκονόμησεν. Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Νύκτα λέγει τὴν πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας ἐν τῇ σκοτεινῇ πλάνῃ διατριβήν· ἡμέραν δὲ λέγει τὴν μετὰ Χριστοῦ παρουσίαν ἐν τῷ φωτεινῷ βαπτίσματι διαγωγήν. Πάσης οὖν τῆς ἀνθρωπότητος, καθὼς ἔφαμεν ὑπὸ τῆς τοῦ διαβόλου κακίας χειμαζομένης, θεωρήσας ὁ τοῦ Θεοῦ Λόγος, ἐλθὼν εἰς τόνδε τὸν βίον, εἰσέρχεται εἰς τὴν κοιλίαν τοῦ πλοίου τῆς Παρθένου Μαρίας· οὗ τὴν εἰκόνα ἐν Ἰωνᾷ τῷ προφήτῃ γεγονυῖαν εὕραμεν. Πέμπεται γὰρ Ἰωνᾶς εἰς Νινευῒ, ἔρχεται ὁ Χριστὸς εἰς τόνδε τὸν βίον· ἀπέρχεται ὁ Ἰωνᾶς εἰς τὸ πλοῖον, καὶ εἰς τὴν κοίλην τοῦ πλοίου καθεύδει, καὶ ὁ τοῦ Θεοῦ Λόγος ἐν ἐννέα μησὶν ἐν τῇ κοιλίᾳ τῆς Παρθένου Μαρίας σχεδὸν ἐκάθευδε σιωπῶν τοῖς ἀνθρώποις. Τότε μᾶλλον ἐξηγείρετο ὁ διαβολικὸς τῆς κακίας χειμὼν, ὡς ἐπὶ τοῦ Ἰωνᾶ· ἀλλ' ὅτε ἐῤῥίφη Ἰωνᾶς εἰς τὸ πέλαγος, τουτέστιν, ὅτε Ἰησοῦς προῆλθεν ἐκ τῆς κοιλίας τῆς Παρθένου εἰς τόνδε τὸν βίον, καὶ πᾶς ἐναντίος ἄνεμος ἐφιμοῦτο, καὶ μέχρις οὗ φθάσῃ τὸ κῆτος εἰς τὸν ᾅδην, πολλὰ σημεῖα καὶ τέρατα ἐπετέλει διανηχόμενος εἰς τόνδε τὸν βίον. Ἦλθεν Ἰωνᾶς εἰς τὸ κῆτος, καὶ αὐτὸς εἰς τὸν ᾅδην ἦλθεν· τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας τὰς αὐτὰς τῷ Ἰωνᾷ ἐν τῷ ᾅδῃ πεποίηκεν.
Ἐκρίπτεται Ἰωνᾶς ἐκ τοῦ κήτους εἰς τὴν Νινευῒ, καὶ Χριστὸς ἀνίσταται ἐκ νεκρῶν καὶ ἔρχεται εἰς τὸν κόσμον τοῦτον κηρύσσει μετάνοιαν· μετανοοῦσι Νινευῖται, καὶ οἱ τοῦ κόσμου τούτου πολῖται· νηστεύουσι τριάδα ἡμερῶν, καὶ σώζεται τὰ πολυαρίθμητα πλήθη, ὡς καὶ ἐν τῇ Νινευῒ δεκαδύο μυριάδες ἀνθρώπων καὶ κτήνη πολλά. Τοῦ γὰρ Κυρίου κηρύσσοντος τῷ κόσμῳ τούτῳ τὴν μετάνοιαν καὶ τὴν πίστιν, σώζονται αἱ δέκα δύο φυλαὶ τοῦ Ἰσραήλ. Ὅταν γὰρ Τὸ πλήρωμα τῶν