παρὰ τῷ ἐπαγγειλαμένῳ θεῷ δυνατὰ τυγχάνει· τὰ γὰρ τῆς ἁμαρτίας πάθη ὕστερον ἐπιγεγόνασι τῇ ψυχῇ καὶ τῷ σώματι διὰ τὴν τοῦ πρωτοπλάστου Ἀδὰμ παράβασιν· καὶ τοῦ πνεύματος τῆς υἱοθεσίας τελείως καὶ ὁλοκλήρως εἰς ἁγιασμὸν ψυχῆς καὶ σώματος ἐν πάσῃ πληροφορίᾳ καταξιωθῆναι κατὰ τὸν εἰπόντα ὅτι Τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη πρὸς ἡμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε· καὶ πάλιν Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· 236 οὗ τὸν ἀρραβῶνα τῆς ἀρρήτου εὐεργεσίας ἐπὶ τοῦ ἁγίου τῆς μακαρίας τριάδος βαπτίσματος οἱ πιστεύσαντες ἐδεξάμεθα, εἰς αὔξησιν καὶ προκοπὴν τῆς τελείας κληρονομίας καὶ εἰς πολλαπλασιασμὸν τοῦ ταλάντου τοῦτο τὸ μέγα καὶ ἄχραντον μυστήριον πιστευθέντες. Τὸ γὰρ θεῖον καὶ παράκλητον πνεῦμα τὸ δοθὲν τοῖς ἀποστόλοις καὶ δι' αὐτῶν τῇ μόνῃ καὶ ἀληθινῇ ἐκκλησίᾳ τοῦ θεοῦ διακονηθὲν ἀπὸ τῆς τοῦ βαπτίσματος ὥρας κατὰ ἀναλογίαν τῆς πίστεως διαφόρως καὶ πολυτρόπως σύνεστιν ἑκάστῳ τῷ ἐκ πίστεως εἰλικρινοῦς τῷ βαπτίσματι προσελθόντι· εἰς πολλαπλασιασμὸν μέντοι καὶ ἐπεργασίαν καὶ αὔξησιν λαμβάνει ἕκαστος τὴν μνᾶν, ὡς ἐν τῷ εὐαγγελίῳ εἴρηται. ὥσπερ γὰρ τὸ γεννώμενον ἐν τῷ αἰῶνι τούτῳ βρέφος οὐκ εἰς τὴν νηπιώδη ἡλικίαν ἕστηκε πάντοτε, ἀλλ' ὁσημέραι τὴν αὔξησιν λαμβάνει ἀνάγκης τινὸς ἀκολουθίᾳ κατὰ τοὺς ἀρρήτους τῆς φύσεως νόμους, ἕως ἂν εἰς ἄνδρα τέλειον καὶ εἰς συμπλήρωσιν τῶν λογικῶν ἐννοιῶν φθάσῃ, τὸν αὐτὸν τρόπον καὶ ὁ γεννώμενος ἄνωθεν ἐξ ὕδατος καὶ πνεύματος οὐκ εἰς τὴν νηπιώδη τῆς πνευματικῆς ἡλικίας ἕξιν ἵστασθαι ὀφείλει, ἀλλ' ὁσημέραι ἀγῶνι καὶ πόνῳ καὶ ὑπομονῇ πολλῇ χρώμενον διὰ τὴν πρὸς τὸν ἀνταγωνιστὴν πάλην προκόπτειν αὐτὸν καὶ αὔξειν δεῖ εἰς τὴν τῆς πνευματικῆς ἡλικίας συμπλήρωσιν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου· Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον, εἰς 237 μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστι Χριστός· καὶ πάλιν ἀλλαχοῦ λέγει ὁ αὐτός· Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, εἰς τὸ τέλειον τοῦ θεοῦ θέλημα φθάνειν φάσκων τοὺς εἰς μέτρον ἡλικίας καὶ λογικῆς συμπληρώσεως τοῦ πνεύματος ἐλθόντας. ἀλλ' ἐπὶ τῆς σωματικῆς γεννήσεως ἀνάγκης τινὸς ἀκολουθίᾳ καὶ φύσεως νόμῳ ἐπὶ τὴν ἀνδρικὴν ἡλικίαν τὸ γεννώμενον παιδίον φθάνει, οὕτω τῆς προνοίας ἀνάγκης ὅρῳ καὶ οὐ προαιρέσει θελήματος διαταξαμένης τὴν σωματικὴν ἡλικίαν συμπληροῦσθαι. ἐπὶ δὲ τῆς ἄνωθεν ἐκ τοῦ πνεύματος γεννήσεως οὐ ταύτην ὥρισε τὴν ἀκολουθίαν, ἀλλὰ πόνον καὶ ἀγῶνα καὶ δρόμον μετὰ ὑπομονῆς πολλῆς τῇ αὐτεξουσίῳ προαιρέσει τοῦ ἀνθρώπου ἔθετο κατὰ τὸ ὑπὸ τοῦ κυρίου εἰρημένον· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας· καὶ πάλιν· Βιάζεσθε, βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καὶ Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ ὁ ἀπόστολος ∆ι' ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα· καὶ Οὕτως, φησί, τρέχετε, ἵνα καταλάβητε· καὶ πάλιν Ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ καὶ τὰ ἑξῆς. 238 Οὕτως δὲ ᾠκονόμησεν ἡ θεία χάρις, ἵνα ἰδίᾳ γνώμῃ καὶ ἰδίῳ θελήματι καὶ πόνῳ καὶ ἀγῶνι τὴν νοητὴν αὔξησιν ἕκαστος προσλαμβάνῃ, καθ' ὅσον πιστεύει καὶ καθ' ὅσον ἀγωνίζεται· καὶ καθ' ὅσον ἀγαπᾷ καὶ καθ' ὅσον ἀγῶνι σωματικῷ καὶ ψυχικῷ εἰς