γίνεται, ἀλλὰ τῷ τῆς δικαιοσύνης καὶ χάριτος ζυγῷ παιδεύει καὶ ἐλεεῖ καὶ 119 οἰκονομεῖ ταύτην ὁ θεός. εἰ γὰρ τὸ ὅλον ἄνεσις ἦν ἐν τῷ βίῳ παρὰ ἀνθρώποις καὶ τρυφὴ καὶ κόρος καὶ πλοῦτος ἄνευ θλίψεων καὶ ὀδυνῶν, οὐκ ἂν ἤνεγκαν καὶ ἐβάστασαν οἱ ἄνθρωποι καταφρονοῦντες τοῦ θεοῦ καὶ εἰς τὰς τῆς σαρκὸς ἡδονὰς ἑαυτοὺς παντελῶς ἐκδιδόντες. «ἔφαγε» γάρ φησιν «Ἰακὼβ καὶ ἐνεπλήσθη, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος». οὕτω καὶ εἰς τὸ πνευματικὸν ἀνάλαβε. εἰ τὸ ὅλον καὶ ἀδιαλείπτως ἐν τῇ χαρᾷ καὶ τῇ ἀνέσει καὶ εὐφροσύνῃ τοῦ πνεύματος μόνον διῆγεν ἡ ψυχή, οὐκ ἂν ἑαυτὴν ἔτι ἐπεγίνωσκε καὶ τὴν γυμνασίαν δὲ καὶ ὁδὸν τῆς «δικαιοσύνης» ἠγνόει ἂν καὶ ὑπερῄρετο, καὶ τῇ οἰήσει μόνον προέκοπτε πάντων κατεπαιρομένη καὶ οὐδ' ὡς ἄνθρωπον ἑαυτὴν ἐλογίζετο εἶναι. ὥς φησιν ὁ ἀπόστολος· ἐν «τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων», «ἐδόθη μοι» «ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι». ὁρᾷς ὅτι τῷ τοιούτῳ ἁγίῳ ἀνδρὶ αἱ θλίψεις εἰς συμφέρον ἦσαν. ἔτι, ὥς φησιν ὁ αὐτός, «ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει». ὥστε αἱ θλίψεις εἰς συμφέρον καὶ εἰς τὸ δοκιμωτέραν τὴν ψυχὴν ἀπεργάσασθαι τυγχάνουσιν.
β νρ. 20α φ. 133ρ1133ῃ16 β νρ. 20α φ. 137ρ29138ρ3. ῃγλ. δο̈ρριες ς. 193φ. Ἐοίκασιν αἱ τῶν Χριστιανῶν ψυχαὶ ὑπὸ τοῦ πονηροῦ εἰς θλίψεις πολλὰς ἐρχόμεναι ἐν τῷ κόσμῳ τούτῳ εἴδει καννάβεως. ὥσπερ γὰρ τὸ τῆς καννάβεως εἶδος ἐφ' ὅσον τύπτεται καὶ βασανίζεται τοσοῦτον λεπτότερον καὶ χρησιμώτερον καὶ καθαρώτερον ἀπαρτίζεται, εἰς τὸ γενέσθαι ἐξ αὐτοῦ λεπτότατα νήματα, καὶ ἐφ' ὅσον πλέον βασανίζεται καὶ καταξαίνεται πλέον χρησιμώτερον καθίσταται, οὕτω καὶ αἱ φιλόθεοι καὶ φιλαλήθεις τῶν Χριστιανῶν ψυχαί, ἐφ' ὅσον εἰς πολλὰς θλίψεις καὶ δοκιμασίας καὶ πειρασμοὺς ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων εἰσέρχονται, αὐταὶ δὲ ὑπομένουσι καὶ μακροθυμοῦσι, 121 καθαρώτεραι καὶ χρησιμώτεραι καὶ δοκιμώτεραι εἰς τὸ πνευματικὸν τῆς λεπτότητος τῆς χάριτος ἔργον κατασκευάζονται καὶ τέλος τὸν ἐπουράνιον τῶν ἁγίων χῶρον οἰκεῖν καταξιοῦνται. δοκιμαζομένη γὰρ ἡ ψυχὴ ἐν τοῖς πολλοῖς πειρασμοῖς καὶ ταῖς διαφόροις θλίψεσι καὶ ὑπὸ τῆς χάριτος βοηθουμένη, ὑπομένουσα μακροθύμως ἐπ' ἐλπίδι τοῦ κυρίου πᾶν τὸ τῆς κακίας εἶδος ἐξ αὐτῆς κατ' ὀλίγον μειοῖ καὶ τὸ βαρὺ τῆς συνοικούσης ἁμαρτίας φορτίον ἀποτίθεται τοιούτῳ τινὶ τρόπῳ· ὥσπερ ἐάν τις ὁδεύῃ ὁδὸν μακρὰν ἀπερχόμενος εἰς πόλιν τινά, βαστάζῃ δὲ μαρσίπιον μεστὸν ἄμμου, τὸ δὲ τοιοῦτον ἔχῃ κάτωθεν ὀπὴν λεπτοτάτην, καὶ ὅσῳ βαδίζει καθ' ὅλης τῆς ὁδοῦ ἀπορρέῃ καὶ αὐτὸς κουφίζεται, καὶ τέλος καταντήσαντος ἐν τῇ πόλει ἡ βαρυτάτη ἄμμος ἐκενώθη καὶ αὐτὸς ἠλαφρύνθη καὶ ἀνεπαύθη τελείως ἀπὸ τοῦ βάρους τῆς ἄμμουοὕτω καὶ τῆς κατ' ἀλήθειαν ἀγωνιζομένης ψυχῆς διοδευούσης τὴν ὁδὸν τῆς «δικαιοσύνης» καὶ εἰς τὴν πόλιν τῆς βασιλείας ἐπειγομένης, βασταζούσης δὲ μεθ' ἑαυτῆς τὸ βαρὺ φορτίον τῆς ἁμαρτίας τῶν παθῶν, ἐφ' ὅσον διοδεύει τὴν ὁδὸν τῶν ἀρετῶν καὶ τῷ κυρίῳ προσκολλᾶται, τοσοῦτον ἡ ἁμαρτία καὶ τὰ πάθη μειοῦνται καὶ αὐτὴ ἡ αἴσθησις ἐλαφρότητος καὶ πραϋπαθείας ἐν ἑαυτῇ αἰσθάνεται. ἐὰν δὲ τελείως προσκολληθῇ καὶ ὁλοκλήρως καὶ τὴν ὁδὸν τῆς «δικαιοσύνης» ἀμώμως καὶ καλῶς διοδεύσῃ, εἰς αὐτὴν τὴν κατάπαυσιν τοῦ πληρώματος τῆς χάριτος εἰσελθεῖν καταξιοῦται παντελῶς τοῦ βαρυτάτου φορτίου τῆς ἁμαρτίας τῶν παθῶν λυτρωθεῖσα. πρότερον δὲ διὰ πολλῶν πειρασμῶν καὶ θλίψεων διελθεῖν δεῖ, καὶ οὕτω εἰς τὴν κατάπαυσιν τοῦ πληρώματος τῆς χάριτος εἰσέρχεται, τουτέστι τῆς ἀπαθείας τυχεῖν καταξιοῦται.
β νρ. 20β φ. 133ῃ17134ρ9 β νρ. 20β φ. 138ρ426. ῃγλ. δο̈ρριες ς. 194 Ὥσπερ γὰρ τὸ νεόπλαστον σκεῦος τῷ πυρὶ μὴ βληθὲν ἀποίητόν ἐστι τοῖς ἀνθρώποις, ἢ ὥσπερ νήπιον βρέφος ὡς πρὸς τὰ τοῦ κόσμου ἔργα ἀνεπιτήδειον τυγχάνει, οὔτε γὰρ