1

 2

 3

3

ἐπιχείρω δὲ λέγειν, ἀγαπητοί· θύρα, ὁδός, πρόβατον, ποιμήν, σκώληξ, λίθος, μαργαρίτης, ἄνθος, ἄγγελος, ἄνθρωπος, θεός, φῶς, πηγή, ἥλιος δικαιοσύνης. Ὁ πολυώνυμος Χριστὸς καὶ εἷς ὑπάρχων, πολυώνυμος ὁ υἱὸς καὶ εἷς ὢν οὐ τρεπόμενος, οὐ μεταβαλλόμενος, ἄτρεπτος γὰρ ἡ θεότης· ἀλλ' ἑκάστῳ πράγματι κατὰ τὴν ἐνέργειαν ἁρμοζόμενος ἴδιον ὄνομα ἑκάστῃ ἐνεργείᾳ τεθεικώς. Καὶ ἴδωμεν, ἀγαπητοί, εἰ δυνάμεθα ἑκάστῳ ὀνόματι τὴν ἐνέργειαν παραστῆσαι. Ὁδὸς ἤκουσεν· Ἐγὼ γάρ εἰμι, φησίν, ἡ ὁδὸς καὶ ἡ ἀλήθεια, ἐπειδὴ αὐτὸς ἀρχηγὸς πασῶν τῶν ἀρετῶν καὶ τῆς εἰς οὐρανοὺς ἀναβάσεως γέγονεν. Ὁ αὐτὸς θύρα· Ἐγὼ γάρ εἰμι ἡ θύρα τῶν προβάτων, ἐπειδὴ δι' αὐτοῦ καθάπερ διὰ θύρας εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσερχόμεθα. Ἅλας ἤκουσεν, ἐπειδὴ τὴν δυσωδίαν τῆς εἰδωλολατρείας τῶν ἀνθρώπων ἀπέσμηξεν καὶ τὰς ψυχὰς ἡμῶν πρὸς νοστὸν εὐσεβείας τῇ πίστει ἤρτυσεν καὶ τὰ λελυμένα μέλη τῆς διανοίας τῇ ἀληθείᾳ συνέσφιγξεν. Πρόβατον ἤκουσεν· Ὡς γὰρ πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· πρόβατον ἤκουσεν διὰ τὴν σφαγὴν καὶ διὰ τὴν τῶν ἁγίων μελῶν αὐτοῦ μετάλημψιν καὶ τὴν ἐκ τῆς τοῦ ἁγίου αἵματος αὐτοῦ σφραγίδος ἀθάνατον αὐτοῦ φυλακήν. Ποιμὴν ἤκουσεν· Ἐγὼ γάρ εἰμι ὁ ποιμὴν ὁ καλός, ἐπειδὴ τὰ πεπλανημένα πρόβατα ἐπέστρεψεν καὶ τὸν ἀντίδικον ἡμῶν λέοντα τῇ βακτηρίᾳ τοῦ σταυροῦ ἀπέκτεινεν. Μαργαρίτης ἤκουσεν διὰ τὸ αὐτὸν ὥσπερ μαργαρίτην ἐν μύακι ἀνὰ μέσον δύο πτυχῶν σώματος καὶ ψυχῆς παρθενικῆς ἄνευ σπορᾶς ἀνδρὸς γεγεννῆσθαι ἢ διὰ τὸ εἶναι αὐτὸν κόσμιον ψυχῆς ἢ διὰ τὸ πολυφεγγὲς αὐτοῦ καὶ καθαρὸν καὶ πανταχόθεν τῇ αἴγλῃ τῆς θεότητος ἐξάστραπτον. Φῶς ἤκουσεν, ἦν γὰρ τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἐπειδὴ τὴν ζοφερὰν πλάνην τῆς παλαιᾶς σκοτομήνης ἀπὸ τῆς διανοίας ἡμῶν ἀπήλασεν καὶ τοὺς ὀφθαλμοὺς τοῦ ἡγεμονικοῦ ἡμῶν νοῦ διήνοιξεν, ἵνα ἴδωμεν ἀληθῶς οἷς προσεκυνοῦμεν τὸ πρίν, ὅτι οὐκ εἰσὶ θεοί, ἀλλ' ἔργα χειρῶν ἀνθρώπων, λίθοι καὶ ξύλα. Λίθος ἀκρογωνιαῖος ἤκουσεν, ἐπειδὴ τοὺς δύο λαοὺς καθάπερ δύο τοίχους τῇ πίστει οἰκοδομήσας ἐπάνω αὐτῶν ἐπίκειται εἰς μίαν ἁρμογὴν σωτηρίας συνάγων. Ἥλιος δικαιοσύνης ἤκουσεν διὰ τὸ φωτεινὸν αὐτοῦ καὶ θερμόν -οὐκ ἔστιν γὰρ ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ, καὶ διὰ τὸ δωδεκάκτινον φῶς τῶν ἀποστόλων. Κόκκος σινάπεως ἤκουσεν, ἐπειδὴ σμικρύνει ἑαυτὸν καὶ συγκαταβαίνει ταῖς ἕξεσιν ἡμῶν παρὰ τὰς ἀρχὰς τῆς πίστεως, εἶθ' ὁπόταν εἰς τοὺς αὔλακας τῆς ψυχῆς ἡμῶν ἐμφωλεύσας εἰς βάθος διαχυθῇ, εἰς ὕψος οὐρανομῆκες ἐπαιρόμενος πρὸς εὐσέβειαν καὶ φρόνησιν ἀναθερμαίνεται. Σκώληξ ἤκουσεν· Ἐγὼ γάρ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, διὰ τὸ τὴν ἐξαστράπτουσαν θεότητα καθάπερ ἄγκιστρον τῷ σκώληκι τοῦ σώματος κρύψαντα αὐτὸν εἰς τόνδε τὸν βυθὸν τοῦ βίου χαλάσαντα καὶ ὥσπερ καλὸν ἁλιέα ἀνασπάσαντα πληρῶσαι τὸ γεγραμμένον· Ἄξεις δράκοντα ἐν ἀγκίστρῳ. Ἄνθρωπος ἤκουσεν, ἐπειδὴ σῶμα ἐφόρησεν οὐκ ἐξ ἡδονῆς καὶ ὕπνου συνεστώς, ἀλλ' ἐκ παρθένου καὶ πνεύματος ἁγίου γεγονώς. Ἀλλ' ἐπειδὴ ἕκαστος ἡμῶν, ἀγαπητοί, ἐκδέχεται καὶ τὴν τῶν πατέρων μελίρρυτον διδασκαλίαν, ἐνταῦθα τὸ βαλάντιον ἡμῶν τῶν λόγων σφραγισώμεθα ἁγίῳ πνεύματι, ἵνα αὐτοὶ ἐλθόντες ἐκ τῆς μελισταγοῦς σοφίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὰς δεξαμενὰς τῶν καρδιῶν ἡμῶν πληρώσωσιν, καὶ πολὺν τὸν καρπὸν τῆς εὐσεβείας ἕκαστος ὑμῶν βλαστήσῃ καὶ ὁ μὲν ποιήσῃ τριάκοντα, ὁ δὲ ἑξήκοντα, ὁ δὲ ἑκατὸν τὸν στέφανον τῶν ἀγγέλων, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ δόξα, τιμή, κράτος ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.