3
κεκινημένην παραλαμβάνουσιν. εὐχὴ δὲ καλή, ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ. καὶ τοῦτό ἐστι τοῦ Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηίναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, ὅταν μὴ τοῖς ἀπροσδοκήτοις πάθεσι ὁ νοῦς ἐκταράσ σηται, ἀλλὰ πάντα ἀποφυγὼν ὁ φιλόθεος ἐπὶ Θεὸν ἀναχωρῇ, καὶ ἐξελαύ νων τὰ προκαλούμενα ἡμᾶς εἰς κακίαν τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύ μασιν ἐνδιατρίβῃ. Καὶ πρῶτόν γε πάντων σπουδάζειν προσήκει περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλ' ἐρωτᾷν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι δὲ ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμενον, ὅταν τι χρήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὸν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς παρεμβάλλειν, μέτρα ὁρίζοντα λόγῳ καὶ ἀκοῇ· μανθάνειν δὲ ἀνεπαισχύντως καὶ διδά σκειν ἀνεπιφθόνως· καὶ εἴ τι παρ' ἑτέρου δεδίδακται, μὴ ἐπικρύπτειν ὥσπερ αἱ φαῦλαι τῶν γυναικῶν, αἱ τὰ νόθα ὑποβαλλόμεναι, ἀλλὰ κηρύσ σειν εὐγνωμόνως τὸν πατέρα τοῦ λόγου. τόνος δὲ φωνῆς ὁ μέσος προτιμη τέος, ὡς μήτε διαφεύγειν τὴν ἀκοὴν ὑπὸ σμικρότητος, μήτε φορτικὸν εἶναι τῷ μεγέθει τῆς διατάσεως. προεξετάσαντα δὲ ἐν ἑαυτῷ τὸ ῥηθησό μενον, οὕτω δημοσιεύειν τὸν λόγον. εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς ὁμιλίαις, οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα. πανταχοῦ τὸ τραχύ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον. προκαταβαλὼν γὰρ σεαυτὸν διὰ ταπεινοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσῃ τῷ δεομένῳ τῆς θεραπείας. πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ ὁ τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως, ὃς τῷ ∆αβὶδ ἁμαρτόντι οὐ παρ' ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς καταδίκης, ἀλλ' ὑποβολῇ προσώπου χρησάμενος, αὐτὸν ἐκεῖνον ἐκάθισε τοῦ ἰδίου κριτὴν ἁμαρτήματος· ὥστε αὐτὸν καθ' ἑαυτοῦ προεξενεγκόντα τὴν κρίσιν μηδὲν ἔτι μέμφεσθαι τὸν ἐλέγξαντα. Ἕπεται δὲ τῷ ταπεινῷ καὶ καταβεβλημένῳ φρονήματι ὄμμα στυγνὸν καὶ εἰς γῆν νενευκός, σχῆμα ἠμελημένον, κόμη αὐχμηρά, ἐσθὴς ῥυπῶσα. ὥστε ἃ ποιοῦσιν οἱ πενθοῦντες κατ' ἐπιτήδευσιν, ταῦτα ἐκ τοῦ αὐτομάτου ἡμῖν ἐπιφαίνεσθαι. χιτὼν διὰ ζώνης προσεσταλμένος τῷ σώματι· τὸ μέντοι ζῶσμα μήτε ἄνω τῶν λαγόνων, γυναικῶδες γάρ· μήτε χαῦνον, ὥστε διαρρεῖν τὸν χιτῶνα, βλακικὸν γάρ· καὶ τὸ βάδισμα μήτε νωθρόν, ὡς ἔκλυσιν τῆς ψυχῆς κατηγορεῖν, μηδ' αὖ σφοδρὸν καὶ σεσοβημένον, ὡς ἐμπλήκτους αὐτῆς τὰς ὁρμὰς ὑποφαίνειν. σκοπὸς ἐσθῆτος εἷς, κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες· μήτε δὲ ἐν χρώματι τὸ ἀνθηρὸν διωκέσθω, μήτε ἐν τῇ κατασκευῇ τὸ λεπτὸν καὶ μαλακόν· τὸ γὰρ τὰς ἐν ἐσθῆτι εὐχροίας περισκοπεῖν ἴσον ἐστὶ γυναικείῳ καλλωπισμῷ, ὃν ἐκεῖναι ἐπιτηδεύουσιν, ἀλλοτρίῳ ἄνθει παρειὰς καὶ τρίχας ἑαυτῶν καταβάπτουσαι. ἀλλὰ μὴν καὶ παχύτητος οὕτως ἔχειν ὁ χιτὼν ὀφείλει, ὡς μὴ δεῖσθαι κοινωνοῦ πρὸς τὸ θάλπειν τὸν ἐνδυόμενον. ὑπόδημα δὲ τὸ εὐτελὲς μὲν κατὰ τὴν ἀξίαν, ἀνενδεῶς δὲ τὴν χρείαν ἀποπληροῦν. Καὶ ἁπαξαπλῶς, ὡς ἐν τῷ ἐνδύματι ἡγεῖσθαι προσήκει τὸ χρειῶδες, οὕτω καὶ ἐν τροφῇ ἄρτος ἐκπληρώσει τὴν χρείαν καὶ ὕδωρ θεραπεύσει τὴν δίψαν τῷ ὑγιαίνοντι καὶ ὅσα ἐκ σπερμάτων παροψήματα πρὸς τὰς ἀναγκαίας χρείας τὴν ἰσχὺν τῷ σώματι δύναται διασῶσαι. ἐσθίειν δὲ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρατὲς διασώζοντα· μηδὲ τότε τὸν νοῦν ἀργὸν ἐν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἔχοντα, ἀλλ' αὐτὴν τῶν βρωμάτων τὴν φύσιν καὶ τὴν τοῦ ὑποδεχομένου σώματος κατασκευὴν ἀφορμὴν ποιεῖσθαι δοξολογίας· πῶς ποικίλα εἴδη τροφῶν τῇ ἰδιότητι τῶν σωμάτων ἁρμόζον τα παρὰ τοῦ πάντα οἰκονομοῦντος ἐπινενόηται. εὐχαὶ πρὸ τροφῆς ἀξίους γενέσθαι τῶν τοῦ Θεοῦ παροχῶν, ὧν τε νῦν δίδωσι καὶ ὧν πρὸς τὸ μέλλον ἐταμιεύσατο. εὐχαὶ μετὰ τροφὴν εὐχαριστίαν τῶν δεδομένων ἔχουσαι καὶ αἴτησιν τῶν ἐπηγγελμένων. ὥρα μία τροφῆς ἀποτεταγμένη. ἡ αὐτὴ κατὰ