1

 2

 3

 4

 5

3

ἀπαν τήσων, τί εἴποι. «Ἥμαρτον, εἶπεν, ἐπὶ σοὶ, καὶ ἔμ προσθεν τοῦ οὐρανοῦ.» Ταῦτα ἐβουλεύσατο, οὐκ ἔλαθε τὸν ἀγαθὸν πατέρα. Ἦλθεν ἀπολογήσασθαι, ἀπήντη σεν ὁ αἰσχυνόμενος. Μόνον θέλησον, καὶ αὐτὸς 31.1481 προαπαντᾷ. Ἄρχεται λέγειν, καὶ ὁ πατὴρ προσλαμ βάνεται. Κατανόει τὰ σπλάγχνα, καὶ μὴ ἀποκόψῃς· τὴν ἐλπίδα. Ἐδέξατο, καί φησι· Θύσατε ταῦρον, καὶ στολὴν ἐξενέγκατε, καὶ ταύτην ἀρχαίαν, καὶ δακτύ λιον ἐν τῇ χειρί. Ταῦτα πάντα παρερμηνεύεται μὲν, δηλοῖ δὲ συντόμως τὴν προτροπὴν τὴν ἀγαθὴν τοῦ ὑποδεξαμένου, οὐ πρὸς ἃ θέλω, ἀλλὰ πρὸς ἃ λέγει. Εἰ δὲ ἀγανακτεῖς, ὅτι δέχεται μετὰ τὸ βοσκῆσαι χοίρους, μετὰ τὸ ἀναλῶσαι πάντα, ἠγανάκτησε καὶ ὁ ἀδελφὸς, ἀλλ' οὖν ἐδέξατο ὁ αἰσχυνόμενος. Καὶ συκῆ γεωργουμένη, καὶ ἐν τρισὶν ἔτεσι μὴ δοῦσα καρπὸν, ἀφείθη, καὶ οὐκ ἐξετμήθη ἐπ' ἐλπίδι τοῦ δοῦναι. ∆εσπότης χαρίζεται, καὶ σὺ ἀντερεῖς; Μὴ γὰρ ἴδια πράγματά τις ἑαυτῷ ἁρπά ζει; Εἰ δὲ χαρίζεται ὁ Θεὸς, τίς ὁ ἀντιλέγων; Ἐπεὶ διδαχθῶμεν εὔχεσθαι· «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, διότι ἀφήκαμεν καὶ ἡμεῖς.» Σὺ ἀφίης, Θεὸς οὐκ ἀφίησι; Σὲ ἐποίησεν ἰατρὸν σεαυτοῦ. Ὧ μέτρῳ ἀντιμετρῇς, ἀντιμετρηθήσεταί σοι. Ἀφίης, ἀφίησί σοι. Ἀλλὰ σὺ ὁ πονηρὸς χρηστεύῃ, ὁ ἀγαθὸς οὐ πολὺ μᾶλλον; Μετὰ ἁμαρτωλῶν Ἰησοῦς, μετὰ νο σούντων ὁ ἰατρός.

Ἀγανακτοῦσι Φαρισαῖοι, οἱ πα τέρες τῶν νῦν ἀγανακτούντων· οὐκ ἀποστρέφεται ὁ ἐλεήμων. Εἰσῆλθεν εἰς οἶκον Φαρισαίου κληθείς· ἐπεισ ῆλθεν αὐτῷ ἁμαρτωλὸς γυνὴ μὴ κληθεῖσα. Εἶδε τὴν ἁμαρτίαν, προσῆλθε τῇ δικαιοσύνῃ· εἶδε τὴν νόσον, ἀπῆλθεν ὅπου ὁ ἰατρός. Προσῆλθεν οὐ πρὸς προσ ώπῳ, οὐ γὰρ εἶχε παῤῥησίαν· οὐκ ἐκράτησεν αὐτοῦ χεῖρα, οὐ γὰρ ἐτόλμα· ἀλλ' ἐπὶ τοὺς πόδας, οὓς τοῖς δάκρυσιν ἔπλυνεν, ἐξέβαλε τὰς τρίχας τότε μόνον καλῶς, τὰς πολλάκις κακῶς φανείσας τότε καλῶς ἐγύμνωσεν. Ὑπεγράφη σοι τὸ προσφυγεῖν τοῖς ποσὶ τοῦ Ἰησοῦ. Ἀνῆλθε πρὸς τὸν Πατέρα, ἀλλά φησιν· «Ἐγὼ μεθ' ὑμῶν εἰμι.» Ὁπότε θέλεις, πρόσφυγε θαῤῥῶν, βρέξον πόδας, ἐγγίζων ἐστί. Καὶ ἦλθε παρὼν, καὶ ἀπῆλθε παρών. Ταῦτα ἀπὸ Καινῆς ἀδελφὰ τῶν ἐν Παλαιᾷ. Τί κηρύττει ὁ Ἰωάννης; Βάπτισμα μετανοίας. Καὶ διδάσκει ἐν παραβολαῖς, οὐχ ἅπαξ, οὐ δὶς, ἵνα πολλάκις διδασκόμενος μάθῃς. Πέτρος τρὶς ἀπαρνεῖται, καὶ κεῖται ἐν θεμελίῳ. Παῦ λος ἀπὸ διωκτῶν κῆρυξ. Ἀλλ' ἐνταῦθά ἐστι ζήτημα. Ἀλλὰ τί λέγει αὐτός; «Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον, ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.» Τὸ ἴδιον ἐλάττωμα φανεροῖ, ἵνα δείξῃ τὸ μέγε θος τῆς χάριτος. Ἀλλὰ Πέτρος εἰπὼν καὶ εὐλογη θεὶς, εἰπὼν, ὅτι «Υἱὸς εἶ τοῦ Θεοῦ» τοῦ ὑψίστου, καὶ ἀκούσας, ὅτι «Πέτρα εἶ,» ἐνεγκωμιάσθη. Εἰ γὰρ καὶ πέτρα, οὐχ ὡς Χριστὸς πέτρα, ὡς Πέτρος πέτρα· Χριστὸς γὰρ ὄντως πέτρα ἀσάλευτος· Πέτρος δὲ διὰ 31.1484 τὴν πέτραν. Χαρίζεται γὰρ Ἰησοῦς τὰ ἑαυτοῦ ἀξιώ ματα, οὐκ ἀποκενούμενος, ἀλλ' ἔχων ἃ δίδωσι. Φῶς ἐστιν. «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Ἱερεύς ἐστι· ποιεῖ ἱερέας. Πρόβατόν ἐστιν. «Ἰδοὺ ἀποστέλ λω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.» Πέτρα ἐστί· πέτραν ποιεῖ, καὶ τὰ ἴδια χαρίζεται τοῖς δούλοις. Τοῦτο γὰρ σημεῖον πλουσίου, τὸ ἔχειν καὶ χαρίζεσθαι. Ἀλλ' οἱ παρ' ἡμῖν πλούσιοι χαριζόμενοι ἐλαττοῦσιν ἃ ἔχουσιν. Οὐ γὰρ πλούσιοι, ἀλλότρια γὰρ κεκτήμεθα. Ὁ δὲ οὕτως πλουτῶν, ὅσα ἐὰν χαρίζηται, τοσοῦτον μένει πλούσιος ὤν· ὥσπερ πηγὴ ἀένναος. Ὅσον ἐὰν λάβῃς, οὐκ ἀπομειοῦται τὸ ῥεῦμα. Καὶ οὐχ ὡς πηγή· οὐδὲν γὰρ ἄξιον ὑπόδειγμα τῶν παρ' ἡμῶν ἐκείνης τῆς φύσεως. Ἀλλὰ μὴ ἔχοντές τι ἄξιον, χρώμεθα τοῖς ἐλάττοσιν, ἵνα ὁπωσδήποτε γνῶμεν τὰ ἄγνωστα. Τρὶς ὁ Πέτρος ἀρνεῖται, οὐχ ἵνα Πέτρος πέσῃ, ἀλλ' ἵνα καὶ σὺ σχῇς παραμυθίαν. Ἐδάκρυσεν, ἔκαμψε τὰ δάκρυα τὸν ἐλεήμονα ἡμῶν. Ἡ γὰρ προθυμία ἦν ἀγαθή. Πανταχοῦ ὁμολογεῖ μόνος. «Τὸ μὲν πνεῦμα πρόθυμον· ἡ δὲ σὰρξ ἀσθενής.» Οἶδεν ὁ πλάσας τὴν πλάσιν, καὶ βαστάζει τὰ ἀσθενήματα, συγχωρῶν τὰ παραπτώματα. «Μνήσθητι, φησὶ, Κύριε, ὅτι χοῦς ἐσμεν.» Τί γὰρ ἡμῶν ἡ δικαιοσύνη; Μέγας ἦν ὄντως Ἀβραάμ. Οὕτως