1

 2

 3

3

πυρὶ βάπτισμα ἐλεγκτικὸν μέν ἐστι πάσης κακίας, δεκτικὸν δὲ τῆς κατὰ Χριστὸν δικαιοσύνης, μῖσος μὲν ἐμποιοῦν τῆς κακίας, ἐπιθυμίαν δὲ τῆς ἀρετῆς· διὰ δὲ τῆς πίστεως ὑπὸ τοῦ αἵματος τοῦ Χριστοῦ ἐκαθαρίσθημεν ἀπὸ πάσης ἁμαρτίας, ἐν δὲ τῷ ὕδατι βαπτισθέντες εἰς τὸν θάνατον τοῦ Κυρίου, ὥσπερ ἔγγραφον ὁμολογίαν κατεθέμεθα· νενεκρῶσθαι μὲν τῇ ἁμαρτίᾳ καὶ τῷ κόσμῳ, ἐζωοποιεῖσθαι δὲ τῇ δικαιοσύνῃ, καὶ οὕτως ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθέντες, ἄνωθεν ἐγεννήθημεν· γεννηθέντες δὲ καὶ ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ βαπτισθέντες, τὸν Χριστὸν ἐνεδυσάμεθα· ἐνδυσάμενοι δὲ τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα, ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἐβαπτίσθημεν καὶ τέκνα Θεοῦ ἀπηγορεύθημεν.

Χρεία οὖν λοιπὸν τρέφεσθαι ἡμᾶς τροφὴν ζωῆς αἰωνίου, ἥντινα παρέδωκεν ἡμῖν πάλιν ὁ αὐτὸς μονογενὴς Υἱὸς τοῦ ζῶντος Θεοῦ, εἰπών· «Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Καὶ πῶς τοῦτο γένηται, ἐδίδαξεν ἐν τῷ εἰπεῖν· «Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός·» καὶ πάλιν· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν.» Πρὸς βεβαίωσιν τῶν ἐπιφερομένων καὶ πληροφορίαν τῶν ἀκουόντων, ἐκ δευτέρου τοῦτο προθεὶς, φησὶν, ὅτι «Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναπαύσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις· καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.» Καὶ μετ' ὀλίγα γέγραπται· «Πολλοὶ οὖν, ἀκούσαντες τὸν λόγον τῶν μαθητῶν αὐτοῦ, εἶπον· Σκληρός ἐστιν ὁ λόγος οὗτος. Τίς δύναται αὐτοῦ ἀκούειν; Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματά μου πνεῦμά ἐστι καὶ ζωή ἐστιν. Ἀλλ' εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσιν. Ἤδει γὰρ ὁ Ἰησοῦς ἐξ ἀρχῆς, τίνες εἰσὶν οἱ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. Καὶ ἔλεγεν· ∆ιὰ τοῦτο εἴρηκα ὑμῖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου.» Καὶ πρὸς τῷ τέλει· «Λαβὼν οὖν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ ἐδίδου 31.1437 τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Καὶ λαβὼν ποτήριον, εὐχαριστήσας, ἔδωκεν αὐτοῖς εἰπών· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς Καινῆς ∆ιαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.» Καὶ ὁ Ἀπόστολος· «Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε.»

Τί οὖν τὰ ῥήματα ταῦτα, καὶ τί τὸ παρ' αὐτῶν ὄφελος; Ἵνα, ἐσθίοντές τε καὶ πίνοντες, ἀεὶ μνημονεύωμεν τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, καὶ οὕτω παιδευθῶμεν ἀναγκαίως φυλάξαι τὸ ἀποστολικὸν ἐκεῖνο τὸ ἡμῖν δεδομένον παράγγελμα, τὸ φάσκον· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Ὁ γὰρ ἐσθίων καὶ πίνων, δηλονότι εἰς ἀνεξάλειπτον τῆς μέχρι θανάτου ὑπακοῆς μνήμην τοῦ ∆εσπότου καὶ πλάστου, καὶ δι' ἐμὲ ὅπερ ἦν τὸ πλασθὲν γεγονότος. Ἀλλ' οὐχ ἁπλῶς ἐσθίειν προστέτακται, ἀλλὰ καὶ διακρίνειν τὸ τοιοῦτον τοῦ Κυρίου παρακελευόμεθα σῶμα· δηλονότι σαρκὸς μολυσμὸν καὶ πνεύματος ἀποθεμένους, καὶ δοχεῖον τοῦ πνευματικοῦ μύρου παρασκευάσαντας, οὕτως τῇ καθαρᾷ προσεγγίσαι θυσίᾳ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.