1

 2

 3

 4

 5

 6

3

Ἀμφότερα εὗρεν ὁ Ἰωσὴφ, καὶ τὴν κύησιν, καὶ τὴν αἰτίαν, ὅτι ἐκ Πνεύματος ἁγίου. ∆ιὸ, φοβηθεὶς τοιαύτης γυναικὸς ἀνὴρ ὀνομάζεσθαι, «Ἠβουλήθη λάθρα ἀπολῦσαι αὑ τὴν,» μὴ τολμήσας δημοσιεῦσαι τὰ κατ' αὐτήν. ∆ίκαιος δὲ ὢν, ἔτυχε τῆς ἀποκαλύψεως τῶν μυστη 31.1465 ρίων. «Ταῦτα γὰρ αὐτοῦ ἐνθυμηθέντος, ἄγγελος Κυρίου ἐφάνη αὐτῷ κατ' ὄναρ, λέγων· Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου.» Μηδ' ἐκεῖνο ἐνθυμηθῇς, ὅτι ὑπονοίαις ἀτόποις συσκιάσεις τὸ ἁμάρτημα. ∆ίκαιος γὰρ προσηγορεύθης· οὐ πρὸς δικαίου δὲ ἀνδρὸς σιωπῇ τὰς παρανομίας ἐπικα λύπτειν. «Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυ ναῖκά σου.» Ἔδειξεν, ὅτι οὐκ ἠγανάκτει, οὐδὲ ἐβδε λύσσετο, ἀλλ' ἐφοβεῖτο αὐτὴν ὡς Πνεύματος ἁγίου πεπληρωμένην. «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύμα τός ἐστιν ἁγίου.» Καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐ κατὰ τὴν κοινὴν φύσιν τῆς σαρκὸς ἡ σύστασις ἐγένετο τῷ Κυρίῳ. Εὐθὺς γὰρ τέλειον ἦν τῇ σαρκὶ τὸ κυοφο ρούμενον, οὐ ταῖς κατὰ μικρὸν διαπλάσεσι μορφω θὲν, ὡς δηλοῖ τὰ ῥήματα. Οὐ γὰρ εἴρηται, Τὸ κυηθὲν, ἀλλὰ, «Τὸ γεννηθέν.» Ἐξ ἁγιωσύνης οὖν ἡ σὰρξ συμπαγεῖσα, ἀξία ἦν τῇ θεότητι τοῦ Μονογενοῦς ἑνωθῆναι. «Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.» Τετηρήκαμεν, ὅτι οἷς ἐξεπίτηδες τίθενται τὰ ὀνόματα, ἔνδειξιν ἔχει τῆς ὑποκειμένης φύσεως, ὡς τῷ Ἀβραὰμ, καὶ τῷ Ἰσαὰκ, καὶ τῷ Ἰσραήλ. Τούτων γὰρ ἑκάστου ἡ προσηγορία οὐ μᾶλλον τὸν τοῦ σώματος χαρακτῆρα ἢ τὸ ἰδίωμα τῆς κατορθουμένης ὑπ' αὐτῶν ἀρετῆς παρεδήλου. ∆ιὰ τοῦτο καὶ νῦν Ἰησοῦς προσαγορεύεται, τουτέστι «Σωτηρία λαοῦ.»

Ἤδη δὲ καὶ τὸ πρὸ αἰώνων διατε ταγμένον μυστήριον, καὶ πάλαι διὰ τῶν προφητῶν κηρυχθὲν, τὴν ἔκβασιν εἶχεν. «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός.» Πάλαι κἀκείνη ἡ προσηγο ρία τοῦ παντὸς μυστηρίου τὴν δήλωσιν ἔχει, ὅτι Θεὸς ἐν ἀνθρώποις, ἐπειδὴ ἑρμηνεύεται, φησὶ, τὸ Ἐμμανουὴλ «Μεθ' ἡμῶν ὁ Θεός.» Καὶ μηδεὶς περι τρεπέσθω ταῖς Ἰουδαϊκαῖς ἐπηρείαις, οἵ φασιν οὐχὶ παρθένον, ἀλλὰ νεᾶνιν εἰρῆσθαι παρὰ τοῦ προφήτου. «Ἰδοὺ γὰρ, φησὶν, ἡ νεᾶνις ἐν γαστρὶ λήψεται.» Πρῶτον μὲν γὰρ πάντων ἐστὶν ἀλογώτατον τὸ παρὰ τοῦ Κυρίου ἀντὶ σημείου δοθὲν, τοῦτο κοινὸν ὂν καὶ ὑπὸ πάσης τῆς φύσεως ὁμολογούμενον εἶναι δοκεῖν. Τί γάρ φησιν ὁ προφήτης; «Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδ' οὐ μὴ πειράσω Κύριον.» Εἶτα μετ' ὀλίγα φησίν· «∆ιὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται.» Ἐπειδὴ γὰρ οὐκ ᾔτησε τὸ εἰς βάθος ἢ εἰς ὕψος σημεῖον ὁ Ἄχαζ, ἵνα μάθῃς, ὅτι ὁ καταβὰς εἰς τὰ κατώτερα μέρη τῆς γῆς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, αὐτὸς ὁ Κύριος ἔδωκε σημεῖον· σημεῖον δὲ παράδοξόν τι καὶ τεραστικὸν, καὶ παρὰ πολὺ τῆς κοινῆς παρηλλαγμένον φύσεως. Ἡ αὐτὴ γυνὴ καὶ 31.1468 παρθένος καὶ μήτηρ, καὶ ἐν τῷ ἁγιασμῷ τῆς παρ θενίας μένουσα, καὶ τὴν τῆς τεκνογονίας εὐλογίαν κληρονομοῦσα. Εἰ δέ τινες τῶν ἑρμηνευσάντων τὴν Ἑβραΐδα φωνὴν ἀντὶ τῆς παρθένου τὴν νεᾶνιν ἐκδεδώ κασιν, οὐδὲν τῷ λόγῳ διαλυμαίνεται. Εὑρήκαμεν γὰρ ἐν τῇ συνηθείᾳ τῆς Γραφῆς ἀντὶ τῆς παρθένου τὴν νεᾶνιν παραλαμβανομένην πολλάκις, ὡς ἐν τῷ ∆ευτερονομίῳ φησίν· «Ἐάν τις εὕρῃ τὴν παῖδα τὴν παρθένον, ἥτις οὐ μεμνήστευται, καὶ βιασάμενος κοιμηθῇ μετ' αὐτῆς, καὶ εὑρεθῇ, δώσει ὁ ἄνθρωπος ὁ κοιμηθεὶς μετ' αὐτῆς τῷ πατρὶ τῆς νεάνιδος πεν τήκοντα δίδραχμα.» «Καὶ ἐγερθεὶς παρέλαβε τὴν γυναῖκα αὑτοῦ.» Καὶ διαθέσει, καὶ στοργῇ, καὶ πάσῃ τῇ ἐπιβαλλούσῃ τοῖς συνοικοῦσιν ἐπιμελείᾳ γυναῖκα ἡγούμενος, τῶν γαμικῶν ἔργων ἀπείχετο. «Οὐκ ἐγίνωσκε γὰρ αὐ τὴν, φησὶν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρω τότοκον.» Τοῦτο δὲ ἤδη ὑπόνοιαν