1

 2

 3

3

εἴρηται, κοινὰ καὶ τούτων καὶ ἐκείνων ἔσται· ἓν δὲ προσήκει γινώσκειν, ὅτι πλείονα καὶ περισσοτέραν ἀπαιτεῖ τὴν εὐσχημοσύνην ὁ ἐν γυναιξὶ βίος, καὶ τὸ τῆς ἀκτημοσύνης κατόρθωμα, καὶ τὸ τῆς ἡσυχίας, καὶ τὸ τῆς ὑπακοῆς, καὶ τὸ τῆς φιλαδελφίας, καὶ ἡ περὶ τὴν πρόοδον ἀκρίβεια, καὶ ἡ τῶν συντυχιῶν παραφυλακὴ, καὶ ἡ πρὸς ἀλλήλας διάθεσις, καὶ τὸ μὴ ἔχειν τὰς μερικὰς ἑταιρίας. Ἐν πᾶσι γὰρ τούτοις μετὰ πλείονος σπουδῆς ὁ τῶν παρθένων ὀφείλει κατορθοῦσθαι βίος. Ἡ πεπιστευμένη τὴν εὐταξίαν μὴ τὸ ἡδὺ ταῖς ἀδελφαῖς ζητείτω, μηδὲ σπουδαζέτω κεχαρισμένη αὐταῖς διὰ τῶν καταθυμίων εἶναι, ἀλλὰ τὸ σεμνόν τε καὶ τὸ φοβερὸν καὶ τὸ αἰδέσιμον περὶ αὐτὴν πάντοτε ἔστω. Εἰδέναι γὰρ αὐτὴν χρὴ, ὅτι τῶν παρὰ τὸ δέον ἐν τῷ κοινῷ πλημμελουμένων ἐκείνη ἐπὶ Θεοῦ τὸν λόγον ὑφέξει.

Καὶ ἑκάστη τῶν ἐν τῷ πληρώματι τῆς συνοδίας μὴ τὸ ἡδὺ ζητείτω παρὰ τῆς καθηγουμένης, ἀλλὰ τὸ ἐπωφελές τε καὶ χρήσιμον· μηδὲ συζητείτω περὶ τῶν ἐγκελευομένων (ἡ γὰρ τοιαύτη συνήθεια μελέτη καὶ ἀκολουθία τῆς ἀναρχίας γίνεται)· ἀλλ' ὥσπερ τὰς ἐντολὰς τοῦ Κυρίου ἀνεξετάστως δεχόμεθα, εἰδότες, ὅτι πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμός ἐστιν, οὕτω καὶ ἡ ἀδελφότης τὰ παραγγέλματα τῆς προκαθηγουμένης ἀδιακρίτως δεχέσθω, πᾶν τὸ συμβουλευόμενον μετὰ προθυμίας ἐπιτελοῦσα, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἵνα γένηται αὐτῇ ἔμμισθος ἡ ὑπακοή. Ἀνεχέσθω δὲ μὴ μόνον τὰ εἰς τὴν ἀκρίβειαν διδασκομένη, ἀλλὰ κἄν που νηστείαν κωλύσῃ ἡ διδάσκαλος, ἢ μετάληψιν τῆς ἀναληπτικῆς τροφῆς συμβουλεύσῃ, ἢ καὶ ἄλλο τι τῶν εἰς ἄνεσιν φερόντων τῆς χρείας ἀπαιτούσης ἂν ὑφηγήσηται, πάντα ὁμοίως ἐπιτελείτω, πεπεισμένη, ὅτι τὸ παρ' ἐκείνης λεγόμενον νόμος ἐστίν. Ὅταν δὲ κατὰ ἀνάγκην τινὰ δέῃ γενέσθαι λόγον περί τινος τῶν ὑπὸ τῆς χρείας ἐπιζητουμένων, εἴτε πρὸς ἄνδρα τινὰ, εἴτε πρὸς τὸν ἔχοντα τὴν φροντίδα, εἴτε καὶ πρὸς ἄλλον τὸν δυνάμενόν τι χρησιμεῦσαι πρὸς τὸ ἐπιζητούμενον πρᾶγμα, προσήκει παρὰ τῆς προκαθηγουμένης γίνεσθαι τὸν λόγον, συμπαρούσης αὐτῇ μιᾶς ἢ δευτέρας ἐκ τῶν ἀδελφῶν, αἷς ἤδη διὰ βίον καὶ χρόνον ἀκίνδυνόν ἐστι τὸ εἰς ὄψιν καὶ ὁμιλίαν τινὸς ἐλθεῖν. Εἰ δέ τις νοεῖ τι καθ' ἑαυτὴν χρήσιμον, τῇ προκαθηγουμένῃ ὑποβαλλέτω, καὶ δι' ἐκείνης λαληθήσεται ὃ δεῖ λαληθῆναι.