3
ἀναλύσει ἐκ τῶν γάμων, ἵνα, ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ. Οὐδὲ ἐθέλομεν σκοπεῖν ἀκριβῶς, ποῖα μὲν κοῦφα φορτία πρὸς τὸν τοιοῦτον δρόμον ἡμῖν καὶ συμμεθί στασθαι δύναται τοῖς συλλέξασι, καὶ τὸν ἐκεῖ πε ριχαρῆ ποιεῖ βίον ἡμῖν, ἴδια τῶν κτησαμένων γινό μενα· ποῖα δὲ βαρέα καὶ δυσχερῆ καὶ προσηλωμένα τῇ γῇ, καὶ οὐ πεφυκότα τοῖς ἀνθρώποις οἰκειοῦσθαι καθάπαξ, οὐδὲ συγχωρούμενα διὰ τῆς στενῆς ἐκεί νης πύλης ἀκολουθῆσαι τοῖς ἔχουσιν.
Ἀλλ' ὅσα μὲν συλλέγειν ἐχρῆν, κατελίπομεν· ὧν δὲ ὑπερορᾷν προσ ήκει, ταῦτα συλλέγομεν· καὶ ἃ μὲν ἡμῖν ἑνωθῆναι, καὶ κόσμος ὄντως γενέσθαι δύναται συμφυὴς ψυχῇ τε καὶ σώματι, τούτοις οὐδὲ προσέχομεν· ἃ δὲ ἀλλότρια μένει διηνεκῶς, μόνην ἡμῖν ἐναποματτόμενα τὴν αἰσχύνην, ταῦτα ἀθροίζειν ἐπιχειροῦμεν, μοχθοῦντες διακενῆς, καὶ πονοῦντες πόνον, οἱονεί τις ἑαυτὸν ἀπατῶν, εἰς τετρημένον πίθον ἀντλεῖν ἐθελήσειε. Τοῦτο γὰρ δήπου γνώριμον οἶμαι καὶ νηπίοις πᾶσιν, ὡς οὐδὲν τῶν ἐν τῷ βίῳ τερπνῶν, ἐφ' οἷς οἱ πλείους μεμήνασιν, ἡμέτερον ὄντως ἐστὶν, ἢ γίνεσθαι πέφυκεν· ἀλλ' ὁμοίως ἁπάντων ἀλλότρια φαίνεται, τῶν τε ἀπολαύειν δοκούντων, τῶν τε οὔτε προσπελαζόν των αὐτοῖς. Οὐδὲ γὰρ εἰ χρυσόν τινες ἐν τῷ βίῳ συναγάγοιεν ἄπλετον, ἴδιος αὐτῶν μένει διηνεκῶς· ἀλλ' ἢ ζῶντας ἔτι πανταχόθεν αὐτὸν περισφίγγοντας ἀποδιδράσκει, πρὸς τοὺς δυνατωτέρους μεταῤῥυεὶς, ἢ πρὸς τῷ θανάτῳ γεγενημένους ἤδη καταλιμπάνει, καὶ οὐκ ἐθέλει τοῖς κτησαμένοις συνεκδημεῖν. Ἀλλ' οἱ μὲν ὑπὸ τοῦ πρὸς βίαν χωρίζοντος τὰς ψυχὰς τῆς ταλαιπώρου ταύτης σαρκὸς ἑλκόμενοι πρὸς τὴν ἀναγκαῖαν ὁδὸν, πυκνὰ μεταστρεφόμενοι πρὸς τὰ χρήματα, τοὺς ἐκ νεότητος ἐπ' αὐτοῖς ἱδρῶτας ἀπο δακρύουσιν· ὁ πλοῦτος δὲ εἰς ἑτέρων χεῖρας ὁρᾷ, μό νον ἐκείνοις τὸν ἐπὶ τῇ συλλογῇ μόχθον καὶ τὸ τῆς πλεονεξίας ἔγκλημα προστριψάμενος.
Οὔτε εἰ ἐπὶ γῆς πλέθρα κτήσαιτό τις μυρία, καὶ μεγαλοπρεπεῖς οἰκίας, καὶ ζώων ἀγέλας παντοδαπῶν, καὶ τὴν ἐν ἀν θρώποις ἅπασαν περιβάλοιτο δυναστείαν, ἀπολαύει 31.548 δι' αἰῶνος αὐτῶν· ἐπ' ὀλίγον δὲ ἀπὸ τούτων· ὀνομα σθεὶς, ἄλλοις πάλιν τῆς εὐπορίας ἐκστήσεται, βρα χεῖαν γῆν αὐτὸς ὑποδὺς, πολλάκις δὲ καὶ πρὸ τοῦ τά φου, καὶ πρὸ τῆς ἐντεῦθεν ἀπαναστάσεως, εἰς ἑτέ ρους, καὶ πολεμίους τυχὸν, τὴν εὐπραγίαν ὄψεται μεταβαίνουσαν. Ἢ οὐκ ἴσμεν ὁπόσοι μὲν ἀγροὶ, πό σαι δὲ οἰκίαι, πόσα δὲ ἔθνη καὶ πόλεις, καὶ ζώντων ἔτι τῶν κτησαμένων, ἑτέρων ὀνόματα μετημφιάσαντο δεσποτῶν; καὶ ὡς οἱ μὲν πάλαι δουλεύοντες ἐπὶ τὸν τῆς ἀρχῆς θρόνον ἀνέβησαν, οἱ δὲ κύριοι καὶ δεσπό ται καλούμενοι στῆναι μετὰ τῶν ἀρχομένων ἠγάπη σαν, καὶ τοῖς ἑαυτῶν δούλοις ὑπέκυψαν, ὥσπερ ἐν κύβων περιτροπαῖς, μεταχθέντων ἄφνω τῶν πραγμάτων αὐτοῖς; Τά γε μὴν εἰς βρῶσιν ἡμῖν ἐπινενοημένα καὶ πόσιν, καὶ πάντα, ὅσα πέρα τῆς χρείας ὁ πλοῦτος ὑβρίζων ἐμηχανήσατο πρὸς θεραπείαν τῆς ἀχαρί στου καὶ μηδὲν στεγούσης γαστρὸς, πότ' ἂν ἡμέτερα γένοιτο, κἂν ἐπαντλῆται διηνεκῶς; Ἅ γε μικράν τινα τῇ γεύσει μόνον ἐναποθέμενα κατὰ τὴν πάροδον ἡδο νὴν, εὐθὺς ὡς ὀχληρὰ καὶ περιττὰ δυσχεραίνομεν, καὶ μετὰ σπουδῆς ἔξω ποι βάλλομεν, ὡς εἰ τοῖς σπλάγχνοις ἐγχρονίσοι, τὰ μέγιστα περὶ τοῦ ζῇν κιν δυνεύσοντες. Πολλοῖς γοῦν ὁ κόρος ἤγαγε θάνα τον, καὶ τοῦ μηδενὸς ἀπολαύειν ἔτι γεγένηται πρό ξενος. Κοῖται δὲ ἀσελγεῖς, καὶ βέβηλοι συμπλοκαὶ, καὶ πάντα ὅσα λυττώσης ἔργα καὶ παραφόρου ψυχῆς, οὐχὶ πρόδηλος πάντη ζημία τῇ φύσει, καὶ βλάβη περιφανὴς, καὶ τῶν ἰδίων ὄντως ἑκάστου μᾶλ λον ἀλλοτρίωσίς τε καὶ μείωσις, ἐλαττουμένου τοῦ σώματος ἐν ταῖς μίξεσι, καὶ τῆς γνησιωτάτης καὶ συνεκτικωτάτης τῶν μελῶν ἀποσυλωμένου τροφῆς; Τοιγαροῦν ἑκάστου τῶν ταῖς ἀσελγέσιν ἐγκαλινδη θέντων εὐναῖς, μετὰ τὴν πρᾶξιν εὐθὺς, ὅταν ὁ μὲν τῆς σαρκὸς οἶστρος ἀπομαρανθῇ, πρὸς τὸ βδελυρὸν δὲ ὧν ἐνεχείρησε πέρας ἐλθὼν ὁ νοῦς, ὥσπερ ἐκ μέθης ἢ χειμῶνός τινος, τοῦ λογίσασθαι, ποῖ ποτέ ἐστι,