1

 2

 3

 4

 5

 6

 7

3

εὕροις τοιοῦτον, ἔκδος σεαυτὸν αὐτῷ, ἅπαν θέλημα σὸν ἀποπτύσας καὶ ἔξω ῥίψας, ἵνα εὑρεθῇς ὡς καθαρὸν ἀγγεῖον, τὰ ἐν σοὶ βαλλόμενα ἀγαθὰ διατηρῶν πρὸς ἔπαινόν σου καὶ δόξαν. Εἰ γάρ τι ἐγκαταλίπῃς ἑαυτῷ τῶν προϋπαρ ξάντων ἐν σοὶ παθῶν, εἰς ὀξίνην μεταποιήσας τὰ ἐμβεβλημένα ἐν σοὶ ἀγαθὰ, ἔξω βληθήσῃ, ὥσπερ τι τῶν ἀχρήστων σκευῶν. Αὕτη δευτέρα πάλη πρὸς τὸν ἀνταγωνιστὴν τῆς σωτηρίας ἡμῶν. Ἀγαθῶν γὰρ διδασκάλων ἀγαθὰ τὰ μαθήματα· πάντως που καὶ κακῶν κακά. Ὅταν γὰρ μὴ ἰσχύσῃ ὁ πονηρὸς ἡμῶν ἀντίπαλος πεῖσαι ἡμᾶς ἐναπομεῖναι τῇ τοῦ κόσμου συγχύσει καὶ ἀπωλείᾳ, σπεύδει πεῖσαι μὴ ἀκριβεῖ βίῳ ἑαυτοὺς ἐκδοῦναι, ἢ ἀνδρὶ πάντα ἡμῶν τὰ ἁμαρτήματα ὑπ' ὄψιν ἄγοντι καὶ διορθουμένῳ, ἀλλά τινι τῶν δοξο μανούντων καὶ τὰ οἰκεῖα πάθη προφάσει συγκατα βάσεως τῆς πρὸς τοὺς συζῶντας συνιστῶντι, ἵνα, οὕτως ἀσυμφανῶς πάλιν μυριοπαθεῖς ἡμᾶς ποιή σας, ὑπὸ τὰ οἰκεῖα δεσμὰ τῆς ἁμαρτίας ἡμᾶς κατα στήσῃ. Εἰ δὲ ἐκδῷς σεαυτὸν πολυαρέτῳ ἀνδρὶ, γε νήσῃ κληρονόμος τῶν ἐν αὐτῷ ἀγαθῶν, μακαριστό 31.633 τατός τε παρὰ Θεῷ καὶ ἀνθρώποις.

Εἰ δὲ φειδοῖ τοῦ σώματος ζητοίης πρὸς τὰ ἐν σοὶ πάθη συγκαταβα τικὸν διδάσκαλον, ἢ μᾶλλον εἰπεῖν, συγκαταπίπτοντά σοι, μάτην ὑπέστης τὸν τῆς ἀποταξίας ἆθλον, ἐμπα θεῖ βίῳ ἑαυτὸν ἐκδεδωκὼς, τυφλῷ ὁδηγῷ χρησάμενος, καὶ ἐπὶ βόθυνον προβιβαζόμενος. Ἐὰν γὰρ τυφλὸς τυφλὸν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦν ται. Ἀρκετὸν γὰρ τῷ μαθητῇ γενέσθαι κατὰ τὸν διδάσκαλον αὐτοῦ. Θεοῦ ἡ φωνὴ, καὶ οὐ δια σφαλήσεται. Ἀθλητικῷ νόμῳ δεῖ σε πολιτεύεσθαι, εἰ δὲ μὴ, οὐ στεφανοῦσθαι, καθὼς εἶπεν ὁ Ἀπό στολος· Καὶ ἐὰν ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Εἰ τοίνυν εὕρῃς Θεοῦ χάριτι (πάντως γὰρ ζη τήσας εὑρήσεις) ἀγαθῶν ἔργων διδάσκαλον, τήρησον παρ' ἑαυτῷ, μηδὲν παρὰ γνώμην αὐτοῦ διαπράττε σθαι. Ἅπαν γὰρ τὸ ἔξωθεν αὐτοῦ γινόμενον κλοπή τίς ἐστι καὶ ἱεροσυλία πρὸς θάνατον ἄγουσα, οὐ πρὸς ὠφέλειαν, κἂν δοκῇ σοι ἀγαθὸν εἶναι. Εἰ γὰρ ἀγαθὸν, τίνος ἕνεκεν λάθρα, καὶ μὴ ἐν τῷ φανερῷ γίνεται; Ἐρώτησον τὸν λογισμόν σου τὸν λῃστεύειν σε διὰ τῶν δεξιῶν μηχανώμενον· διὰ γὰρ τῶν ἀγαθῶν δῆθεν παρακουσμάτων τὰς ἀριστεράς σοι πράξεις παρασκευάζει. Μὴ θέλε διορ θοῦν ἐπᾳσμοὺς τῶν θηριοδήκτων, ἄπειρος ὢν τοῦ ἐπᾴδειν, μήπως, ἐπισπασάμενος τοὺς ὄφεις, καὶ περιδραχθεὶς ὑπ' αὐτῶν, εἶτα ἀδυνάτως ἔχων πρὸς τὴν ἀντίστασιν, ἀσυγγνώστως ἀναλωθῇς ὑπ' αὐτῶν. Μὴ ἐπερείδου εὐγενείᾳ σαρκὸς, καὶ τιμὴν ἐπιζήτει· Σαρκικὸς γὰρ οὐ δέχεται τὰ τοῦ Πνεύματος. Μὴ πειρασθῇς τι τῶν ἐν συνηθείᾳ τῆς ἀληθείας παρα χαράξαι, καὶ τῇ οἰκείᾳ χαυνότητι ὑποσκελίζειν μὲν τοὺς ἀγωνιζομένους, ἑαυτῷ δὲ φόρτον ἁμαρτη μάτων ἐπισωρεύειν, μὴ ἐν στρωμνῇ ἁπαλωτέρᾳ, μὴ ἐν ἐνδύμασιν, ἢ ὑποδήμασιν, ἢ ἑτέρῳ τινὶ σχήματι, ἢ ἐν βρωμάτων παραλλαγῇ, ἢ τραπέζῃ ὑπὲρ τὸν τῆς ἀποταγῆς σου χρόνον, ἢ ἐν στάσει, ἢ ἐν καθέδρᾳ, ἢ ἐν ἐργοχείρῳ ἀναπαυτικωτέρῳ, ἢ καθαριωτέρῳ. Ταῦτα γὰρ πάντα, οὐ μόνον ὑπάρχοντά σοι, ἀλλὰ καὶ ἐπι ζητούμενα, οὐκ ἀγαθὴν ἕξουσιν ἔκβασιν. Καὶ γὰρ εἰ μὴ ἐν τάχει ἐπεγνωκὼς διαβολικὴν εἶναι τὴν μεθοδείαν ἐκκόψεις ἐκ τῆς σῆς καρδίας, ἔκπτωσίν σοι τῆς ἐν Χριστῷ πολιτείας κατασκευάζουσιν.

Ἀλλὰ θέ 31.636 μενος ἐν σεαυτῷ πάντων ἀνθρώπων εἶναι ἀτιμότερον καὶ ἁμαρτωλότερον, ξένον τε καὶ ἀλήτην, καὶ κατ' οἶκτον παρειλημμένον ὑπὸ τῶν πρὸ σοῦ ἀποτα ξαμένων, σπεῦδε πάντων εἶναι ἔσχατος, καὶ πάντων δοῦλος. Ταῦτα γάρ σοι οἴσει τιμὴν καὶ δόξαν ἀλη θινὴν, οὐκ ἐκεῖνα. Ὦτα ἔχων ἠνεῳγμένα πρὸς ὑπακοὴν, καὶ χεῖρας ἑτοίμους πρὸς ἐκπλήρωσιν τοῦ ἠκουσμένου, στόμα ἔχε σιγηρὸν, καὶ καρδίαν περί βλεπτον. Ἔσο ἀργὸς περὶ ἀργολογίαν, συνετὸς δὲ καὶ ἐπιστήμων πρὸς τὰς σωτηριώδεις τῶν θείων Γραφῶν ἀκροάσεις. Ἤτω σοι πικρὰ γεῦσις ἡ τῶν κοσμικῶν διηγημάτων ἀκρόασις, κηρία δὲ μέλιτος τὰ τῶν ὁσίων ἀνδρῶν διηγήματα.