3
κρίσιν τῶν περὶ τοῦ θεϊκοῦ Πνεύματος λόγων τε καὶ πραγμάτων πρὸς τὸν Θεὸν, τὸν τῇ λέξει τοῦ ἐνεργεῖν ὑμνηθέντα, ὡς πρόκειται, ἀλλὰ μὴ πρὸς τὰ γήϊνα καὶ πρὸς τὸν ῥιφέντα δαίμονα ποιεῖσθαι. Ἐπειδὴ τὸ μὲν Πνεῦμα τὸ ἅγιον μετὰ τοῦ Θεῷ πρέποντος σεβάσματος μνημονεύεται ἐν ὅλῃ τῇ περὶ αὐτοῦ εὑρισκομένῃ ἐν ἑκάστῳ χωρίῳ συμφράσει· τὰ δὲ κτίσματα καὶ ὁ δαίμων, ἑαυτῶν ἀξίως. Ὅπερ μὴ φυλάττων σὺ ὁ Μακεδονιανὸς, μηδὲ διαγινώσκων, τοῦ μὲν δαίμονος τὸ δυσμενὲς, τοῦ δὲ ἁγίου Πνεύματος 39.608 τὸ φίλιον, εἰς ἅπερ ἐκ τοῦ περισσεύματός σου λέγεις καταφέρεις, τό γε ἐπὶ σοὶ, τὴν ἀσύγκριτον δόξαν τοῦ Θεοῦ Πατρὸς, τοῦ ὁμοιολεξίαις ἐπὶ θείων πραγμάτων ἀνευφημηθέντος, καὶ τοῦ Πνεύματος αὐτοῦ· καὶ ἔλαθες εἰκότως τάξας ἑαυτὸν ἐν τοῖς ὑγιῶς φρονοῦσι. Πρόσεχε δὲ μᾶλλον, ὅτι ἐν τοῖς προκειμένοις, πρὸ τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, τὸ ἅγιον Πνεῦμα πρῶτον θεοπρεπῶς ἐμνημονεύθη· καὶ λογίζου ἐκ τούτου, ὅτι διαφορὰν ἡ ἐν μονάδι σεπτὴ Τριὰς οὐκ ἔχει, καὶ ὅτι ἀῤῥήτως συνεργεῖ ἑαυτῇ. Εἶτα σὺ σκόπησον, ὅτι ἑκάστῳ διὰ τοῦ ἁγίου Πνεύματος καὶ παρὰ τοῦ ἁγίου Πνεύματος δίδοται τὰ μνημονευθέντα θεϊκὰ χαρίσματα ὧν οὐδεμία ἔξωθεν ὑπολείπεται δόσις θεϊκῆς δωρεᾶς ἰδία, καὶ ὧν ὁ μὴ τυγχάνων, ὡς παρὰ τοῦ Θεοῦ διδομένων, ἀθλίων ἐστὶν ἀθλιώτερος· καὶ ὁ μὴ οὕτω γράφων τε καὶ λέγων, ἀνίατος μένει, μήτ' αὐτὸς ὠφελούμενος, μήτ' ἄλλους ὠφελῶν, ἀλλὰ καὶ βλάπτων· καὶ ὅτι ταῦτα πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, τοῦτ' ἔστιν ποιεῖ τε καὶ παρέχει· ὁ δὲ εἰς ταῦτα ἐνεργῶν, καὶ εἰς πάντα ἐνεργήσει, καὶ ἀνενδεής ἐστιν· ὁ δὲ ἀνενδεὴς, ἀπαθής· ὁ δὲ ἀπαθὴς, Θεός. Ἦ ἆρα ἐὰν λέγηται περὶ τοῦ Θεοῦ Πατρός· "Κύριος δυνατὸς ἐν πολέμῳ·" καὶ, "Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς," καὶ ὅσα τοιαῦτα· ἐν ἄλλοις οὐ νοηθήσεται δυνατὸς, καὶ ἐνεργητικὸς, καὶ ἐπιφανής; Σκέψαι δὲ ὁμοίως, ὅτι πᾶσαν μὲν ἀπαμφιέννυσιν αἱρετικὴν πειθανολογίαν, διεγγυῶνται δὲ διαφόρως τὴν θεϊκὴν αὐτοῦ αὐτεξουσιότητα, τὴν ὁμόφρονα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, αἱ οὕτω διαλαλοῦσαι λέξεις· "Κατὰ τὴν αὐτοῦ θέλησιν·" καὶ, "∆ιαιρεῖ ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·" καὶ ὅτι συνεπιμαρτυρεῖ τούτοις, ὅ τε Θεὸς Πατὴρ σημείοις καὶ τέρασιν, ὅ τε Σωτὴρ λέγων· "Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται·" καὶ, "Τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια·" ὅ τε Πέτρος, Θεὸν τὸ ἅγιον Πνεῦμα διαῤῥήδην τῷ Ἀνανίᾳ καταγγέλλων τοιῶσδε· "Τί ὅτι συνεφωνήθη ὑμῖν ψεύσασθαι τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἐψεύσω ἀνθρώπῳ, ἀλλὰ τῷ Θεῷ." Κἀκεῖνο δὲ εἰδὼς ἔσο, ὅτι οὐκ ἔλαθες πανούργως παραλείψας ἐν τῷ ματαίῳ καὶ καταβλαβεῖ πονηματίῳ σου, μᾶλλον δὲ βλασφημητηρίῳ σου, τὸ προηγούμενον τοῦ θείου γραφίου. Περιέχει γὰρ ὧδε· "Τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα·" καὶ οὕτως ἐπιφέρει, ὃ μόνον σὺ ἐνδιαστρόφως ἐπήγαγες· "∆ιαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·" ἀντὶ τοῦ, δωρούμενον, καὶ διανέμον, καὶ ἐκκαλύπτον αὐθεντικῶς τὰ οὐράνια ἀγαθά. Οὐκ ὀρθῆς δὲ γνώμης καὶ πίστεως, μετὰ τοῦ παρερμηνεύειν ἔτι καὶ ἀκρωτηριάζειν τὰ λόγια. Τὸ γὰρ περιέχειν, "Ἓν καὶ τὸ αὐτὸ Πνεῦμα," ἀποκλείει σοι τοῦ τε χωρίζειν αὐτὸ τῆς πρὸς τὸν ἕνα, καὶ ἀνώτατον, καὶ πάντα πηδαλιουχοῦντα ταυτότητος διαφέρει γὰρ οὗτος ὁ ἀθεωρητότατος καὶ ἀπεριληπτότατος τῇ θεότητι οὔτι γε σμικρὸν, πλὴν μόνῳ τῷ τῆς πατρότητος λόγῳ· ὅτι ἐξεπορεύθη φύσει ἐξ αὐτοῦ, καὶ οὐ δημιουργικῇ ἐνεργείᾳ, τοῦ τε λέγειν· Εἰ Πνεῦμα Θεοῦ, καὶ Πνεῦμα Χριστοῦ γέγραπται, δύο νοηθήσεται 39.609 Πνεύματα. Προείρηται δὲ οὐ πολλῷ ἀνωτέρω, δι' ἢν αἰτίαν οὕτω κεχρησμῴδηται. Μὴ ἀγνόει δὲ καὶ τὸ ὅτι τὰ ἐκκείμενα λόγια, οὐκ ἄλλο σημαίνει πρόσωπον εἶναι τὸ χαριζόμενον, καὶ ἄλλο τὸ διανέμον ὡς ἐπὶ τῶν ὅλα μήτε εἰδέναι δυναμένων, μήτε ἀπόνως πραττόντων ἀνθρώπων, καὶ διὰ τοῦτο διδόντων μὲν ἀποκρίτως τούτων, ἑτέρων δὲ κατὰ δοκιμασίαν ἀκριβῆ διανεμόντων, μήπως. ἢ οἱ χορηγοῦντες οὐκ ἐπαρκέσωσιν, ἢ οἱ διακονούμενοι αὐτοὶ οὐ κερδάνωσιν. Ὁ γὰρ ἀναίτιος, καὶ ἀπαθὴς, καὶ ἀεικίνητος, πανταρκής τε καὶ ἄφθονος Θεὸς, ὁ μὴ πρὸς ὃ ἄξιοι λαβεῖν ἡμεῖς οὐδὲ γὰρ οὐδὲ ἄξιοι