1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

3

οὐρανίῳ νυμφίῳ. καὶ γὰρ τὸν νόμον καὶ τὸν Χριστὸν ἐν χώρᾳ ἀνδρὸς τίθησιν· τὸν μὲν τῆς ἐκκλησίας, ἐπειδὴ ὥσπερ ἀρχὴ γυναικὸς ὁ ἀνήρ, οὕτως ὁ Χριστὸς τῆς ἐκκλησίας, καὶ ὁ νόμος ποτὲ τῆς συναγωγῆς. ὁ νόμος, φησί, κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ. τίς ζῇ; ὁ νόμος. ὥσπερ δὲ περὶ ἀνδρὸς καὶ συνοίκου αὐτῷ διαλέγεται περὶ αὐτοῦ. Rom 7,5 Ὅτε γάρ, φησίν, ἦμεν ἐν τῇ σαρκί, ἀντὶ τοῦ ἐν τῷ νόμῳ· οἱ γὰρ ἐν νόμῳ ἐχαρίζοντο τῇ σαρκί. ἀκριβῶς δὲ εἶπε τὰ διὰ τοῦ 87 νόμου, οὐ τὰ ἀπὸ τοῦ νόμου· οὐ γὰρ τὸ ἁμαρτάνειν παρέσχεν ὁ νόμος, ὅς γε προσέταξε μὴ ἁμαρτάνειν. εἶπεν οὖν διὰ τοῦ νόμου, ἐπειδὴ συγχωρῶν τρυφᾶν ἐδίδου τοῖς πάθεσι πρόφασιν, ὥστε οὐχ ὃ ἤθελε κατεσκεύαζεν ὁ νόμος, ἀλλ' ὃ μὴ ἤθελεν. Rom 7,7 Ἀλλὰ τὴν ἁμαρτίαν, φησίν, οὐκ ἔγνων εἰ μὴ διὰ νόμου. οὐκ εἶπεν «ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἐποίησα εἰ μὴ διὰ νόμου», ἀλλ' οὐκ ἔγνων, ὥστε οὐ τοῦ ποιεῖν ἀλλὰ τοῦ διαγινώσκειν τὴν ἁμαρτίαν ὁ νόμος αἴτιος. παιδευτικὸς οὖν ὁ νόμος, μὴ συγχωρῶν διὰ τῆς ἀγνοίας εἰς τὴν τῶν ἀλόγων ἐκπίπτειν φύσιν. ἐκεῖνο μέντοι ζητητέον, πῶς ἐνταῦθα εἰπὼν τὴν ἁμαρτίαν οὐκ ᾔδειν εἰ μὴ διὰ τοῦ νόμου, ἐν ἑτέροις δείκνυσιν ὅτι ἔχομεν ἐν ἑαυτοῖς τὸ διακριτικόν, ἐν οἷς φησιν· ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος. διὰ τούτων παρίστησιν, ὅτι καὶ ἄνευ νόμου ἐνῆν συνορᾶν τὰ δέοντα. λογιστέον δέ, ὅτι εἰ καὶ ἐνῆν, ἀλλ' οὐ πάντα. οὕτω γε καὶ νῦν ἔτι ἔνια παρ' ἄλλοις ἔθνεσιν ὡς καλὰ καὶ ἔννομα πολιτεύεται, παρ' ἄλλοις δὲ ὡς ἄνομα καὶ κακῶς ἔχοντα ἐκβάλλεται. διὸ δὴ ἀναγκαία τοῦ νόμου ἡ δόσις, διορίζουσα ἡμῖν τά τε πρακτέα καὶ τὰ μή, καὶ διαρθροῦσα ἡμῖν καὶ φωτίζουσα τοῦ δικαίου τὴν πολιτείαν. Rom 7,8 Ἁμαρτίαν ἔοικε λέγειν τὸν διάβολον. ὥσπερ τὸν σωτῆρα ζωὴν ἡ γραφὴ καλεῖ καὶ δικαιοσύνην τῷ ζωῆς καὶ δικαιοσύνης αἴτιον αὐτὸν εἶναι, οὕτω καὶ τὴν ἐναντίαν δύναμιν ἐκ τῆς οἰκείας ἐνεργείας ποτὲ μὲν ἁμαρτίαν, ποτὲ δὲ ψεῦδος, ποτὲ δὲ θάνατον καλεῖ, οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς εἰπών· ἡ ἁμαρτία ἀνέζησεν, τὸν διάβολον ἁμαρτίαν ὀνομάζει. ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. πῶς 88 οὖν ἀφορμὴν διὰ τῆς ἐντολῆς ἔλαβεν ὁ διάβολος; ὅτι τὰ παραγγέλματα τοῦ νόμου ὥσπερ ὕλην τινὰ τῆς ἑαυτοῦ τέχνης ποιησάμενος, εἰς τὸ ἐναντίον ταῖς ἐντολαῖς περιέτρεπε τὸν ἄνθρωπον. δῆλον δὲ ὅτι δι' ἑαυτοῦ ὁ ἀπόστολος τὸν κοινὸν ἄνθρωπον δηλοῖ. Rom 7,9-11 Ἐλθούσης δέ, φησί, τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. εἰ ἀνέζησεν, δῆλον ὅτι ἔζη ποτὲ καὶ ἀποθανοῦσα ἀνέζησεν. πότε οὖν ἔζη; ὅτε εἰληφότα τὸν Ἀδὰμ ἐντολὴν καὶ εἰδότα τὴν παράβασιν ὀλέθριον ἠπάτησε καὶ κατηγωνίσατο ὁ διάβολος. ὡσαύτως δὲ ὅτε καὶ τὸν Κάϊν-καὶ γὰρ αὐτὸς ἐν γνώσει ἥμαρτεν, παραγγελθεὶς μὴ φονεύειν τὸν ἀδελφόν-διὰ τοῦ ἥμαρτες; ἡσύχασον. μὴ οὔσης οὖν μεταξὺ μήτε ἐντολῆς μήτε νόμου, ἐνεκροῦτο ἡ ἁμαρτία τῇ τῶν ἁμαρτανόντων ἀγνωσίᾳ· τὰ γὰρ πλεῖστα ἠγνόουν πταίοντες, ὥστε οὐδὲ ὑπὸ τοῦ συνειδότος κατεκρίνοντο. τί οὖν ἐκ τούτων; ἐλυσιτέλει μὴ δοῦναι τὸν νόμον; ἀλλ' ἐζημιοῦντο οἱ μέλλοντες κατορθοῦν. ἄτοπον δὲ διὰ τοὺς ῥαθύμους καὶ φιληδόνους ἀνελεῖν τῶν σπουδαίων καὶ ἐναρέτων τὴν τῆς σωτηρίας ὑπόθεσιν. Rom 7,13 Ἔλεγχος, φησί, τῆς τοῦ διαβόλου πονηρίας ὁ νόμος· ἀγαθὸν δὲ τὸν νόμον εἶπεν. φαίνεται οὖν ὁ πονηρὸς δεινὸς ὢν πονηρός, ὅταν διὰ τοῦ δοθέντος ἀγαθοῦ θάνατον τοῖς λαβοῦσι τὸν ἀγαθὸν νόμον προὐξένησεν. ἁμαρτωλός, φησίν, ἡ ἁμαρτία. φανερώτατα νῦν ἔδειξεν ὅτι ἁμαρτίαν τὸν διάβολον ἔλεγεν, καὶ ἁμαρτωλὸν αὐτὸν νῦν ὠνόμασεν· ἁμαρτωλὸς γάρ ἐστιν ὁ ἁμαρτιῶν ποιητικός. Rom 7,14 Εἰκότως λέγεται πνευματικὸς ὁ νόμος· φυλαχθέντα γὰρ τὰ ἐν αὐτῷ παραγγέλματα πνευματικὸν ἐποίει τὸν ἄνθρωπον, ἢ καὶ ὅτι, φησί, κατ' ἐνέργειαν πνεύματος ἁγίου νενομοθέτηται, ὥστε τοὺς ὑπακούοντας αὐτῷ δύνασθαι εἶναι πνεύματος ἁγίου ἐπιδεκτικούς, κεκαθαρμένους τῇ τοῦ νόμου παιδαγωγίᾳ. πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν· οὐχ ὑπὸ ἑτέρου τινὸς πεπραμένος, ἀλλ'