3
αὐτῆς τέκνων μαστιζομένη, καθάπερ στόμα κατὰ τῶν στοιχείων ἀνοίξασα ῥήγματα, τῆς κρυπτομένης ὀδύνης ἐβόα τὸ μέγεθος· καὶ φείσασθαι τῶν ἡμαρτηκότων, ὡς μήτηρ ὑπὲρ τέκνων, ἱκέτευε.
Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Τὴν γὰρ σάρκα τὴν ἐκ γῆς πλασθεῖσαν ἥνωσεν ἐν αὐτῷ ὁ Χριστὸς, καὶ ἐκάθισεν ἐν οὐρανοῖς. Ἔρχεται ὁ διάβολος διὰ πορνείας μολύνειν βουλόμενος. Ἀλλ' ὡς φύλαξ ἄγρυπνον ἔχων τὸν τῆς ψυχῆς ὀφθαλμὸν, μὴ συγχωρήσῃς τῷ λῃστῇ τὸν τῆς διανοίας διαῤῥῆξαι ὀφθαλμὸν, ἵνα θαῤῥῶν πρὸς αὐτὸν εἴπῃς· ∆εσποτικοῦ κτήματος προδότης οὐ γίνομαι, διάβολε. Τοῦ Κυρίου γὰρ ἡ γῆ καὶ ἡ Ἐκκλησία τοῦ Χριστοῦ ἡ πάντοτε ὑπὸ τοῦ οὐρανίου ὄμβρου γεωργουμένη, καὶ ἀειθαλὲς καρποφοροῦσα Χριστῷ τριάκοντα [καὶ ἑξήκοντα] καὶ ἑκατόν. Ἐξῆλθε, φησὶν, ὁ σπείρων τοῦ σπεῖραι· καὶ τὸ μὲν ἔπεσεν ἐπὶ τὴν ὁδὸν, τὴν ἀπάτην τὴν Ἑλληνικήν. Καὶ ἦλθον τὰ πετεινὰ, οἱ ὀξύπεινοι τῶν δαιμόνων ἅρπαγες, καὶ κατέφαγον αὐτό. Ἄλλο ἔπεσεν ἐπὶ τὰ πετρώδη, τὴν σκληρότροπον τῶν Ἰουδαίων φημὶ προαίρεσιν, καὶ εὐθέως ἀνέτειλε 43.485 προπετείας φυτὸν [καὶ] παρανομίας. Τοιοῦτος γὰρ Ἰουδαίων ὁ τρόπος. Ἐν γὰρ τῇ ἐρήμῳ νομοθετούμενοι ἔφασκον πρὸς Μωϋσῆν· Πάντα ὅσα εἶπεν ὁ Θεὸς, ποιησόμεθα καὶ ἀκουσόμεθα. Καὶ οἱ ταῦτα ἐπαγγελλόμενοι, μόσχον ἄψυχον προσεκύνουν, καὶ τὸν νεκρὸν τοῦ ζῶντος Θεοῦ προετίμων. Ἄλλο ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, τὰς τραχυκέντρους καὶ βλασφημογλώσσους αἱρέσεις, αἵτινες τὸν τῆς εὐσεβείας σπόρον καθ' ἡμέραν συμπνίγουσιν. Ἕτερον ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, τὴν εὔφορον, τὴν καρποφοροῦσαν τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατόν. Τριάκοντα τὸν τῆς σωφροσύνης ζυγόν· ἑξήκοντα τῆς ἀγγελομόρφου παρθενίας· ἑκατὸν τῆς θείας δικαιοσύνης, καὶ ἁγνείας, καὶ τῆς τῶν μαρτύρων ἀνδραγαθίας. Οἱ γὰρ τῆς εὐσεβείας κήρυκες τὴν ἐπ' ἐσχάτων τοῦ Κυρίου ἔλευσιν πᾶσιν εὐαγγελιζόμενοι ἔλεγον·
Οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀναλαμβανόμενον. Ὤφθησαν γὰρ δύο ἄνδρες ἐν ἐσθῆτι λευκῇ. ∆ύο, ἵνα πιστευθῇ ἡ ἀλήθεια· ἄνδρες, ἵνα εἰς ἀνδρίαν τοὺς μαθητὰς στηρίξωσι· λευχειμονοῦντες, ἵνα καταλαμπρύνωσι τὰς τῶν ἀκουόντων διανοίας. Τί οὖν οἱ ὀφθέντες ἐκήρυττον; Ἄνδρες Ἰσραηλῖται, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; τί εἰς τὸν οὐρανὸν ἀτενίζετε; Μᾶλλον τὸν οὐρανοῦ ποιητὴν θεωροῦντες, δοξάσατε τοῦ ἀναλαμβανομένου τὸ μέγεθος, καὶ τὴν συγκατάβασιν αὐτοῦ τῆς φιλανθρωπίας θαυμάσατε, ὅτι τὸν γήινον ἑνώσας ἑαυτῷ ἄνθρωπον, οὐρανοπολίτην ἀνέδειξε, καὶ οἰκήτορα οὐρανοῦ κατέστησε· βαβαί! τὸν κάτω κείμενον ποῦ ἀνήγαγε.
Τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὕτως ἐλεύσεται. Οὕτω. Πῶς; Τὸ σῶμα τὸ ἡμέτερον περικείμενος, τὴν τρωθεῖσαν τῇ λόγχῃ πλευρὰν προβαλλόμενος· ἵνα ὄψωνται οἱ Ἰουδαῖοι εἰς ὃν ἐξεκέντησαν· ἡμεῖς δὲ ἀξιωθῶμεν ὄψεσθαι τὸ πρόσωπον αὐτοῦ μετὰ παῤῥησίας, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· μεθ' οὗ τῷ Πατρὶ καὶ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.