3
κυρίου, θάπτεται ἐν Ἀλεξανδρείᾳ ἐν τοῖς Βουκόλων μετὰ Ἴκταρος τοῦ ἐν τῇ Λύκῳ πρωτομάρτυρος, ὃν Ἀλέξανδρος κατήνεγκε καὶ ἔθηκεν, ἔνθα πάντες οἱ ἐπίσκοποι κεῖνται.
ιεʹ. Λουκᾶς δὲ ὁ εὐαγγελιστής, ἰατρὸς μὲν τὴν τέχνην, αὐτὸς δὲ συνέγραψε τὸ κατὰ Λουκᾶν εὐαγγέλιον, κατ' ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου. Ἐκηρύχθη δὲ ἐν Ἑλλάδι καὶ ἐν Ῥώμῃ καὶ ἐν Ἰταλίᾳ, ἔγραψε δὲ καὶ τὰς πράξεις τῶν ἀποστόλων κατ' ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου, συναπεδήμει 117 γὰρ τοῖς ἀποστόλοις, μάλιστα τῷ ἁγίῳ Παύλῳ, ὃς καὶ μνημονεύων ὁ μακάριος Παῦλος ἐν ἐπιστολαῖς γράφει· ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ἐν κυρίῳ, ἐπίσκοπος Θηβῶν ἐκεῖ ἀπέθανεν καὶ ἐτάφη.
Λουκᾶς ὁ εὐαγγελιστὴς Ἀντιοχεὺς μὲν τὸ γένος ἦν, ἰατρὸς δὲ τὴν τέχνην, συνεγράψατο δὲ τὸ μὲν εὐαγγέλιον κατ' ἐπιτροπὴν Πέτρου τοῦ ἀποστόλου, τὰς δὲ πράξεις τῶν ἀποστόλων κατ' ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου· συναπεδήμησε γὰρ τοῖς ἀποστόλοις καὶ μάλιστα τῷ Παύλῳ, οὗ καὶ μνημονεύσας ὁ Παῦλος ἔγραψεν ἐν ἐπιστολῇ· ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς ἐν κυρίῳ. Ἀπέθανε δὲ ἐν Ἐφέσῳ καὶ ἐτάφη ἐκεῖ, μετετέθη δὲ ὕστερον ἐν Κωνσταντινουπόλει μετὰ καὶ Ἀνδρέου καὶ Τιμοθέου τῶν ἀποστόλων· κατὰ τοὺς καιροὺς Κωνσταντίου τοῦ βασιλέως υἱοῦ Κωνσταντίνου τοῦ μεγάλου. Ἔστιν ὁ διηγούμενος τὰς πράξεις τῶν ἀποστόλων Λουκᾶς ὁ εὐαγγελιστής. Ἀντιοχεὺς γὰρ οὗτος ὑπάρχων τὸ γένος, ἰατρὸς δὲ τὴν ἐπιστήμην, συναπεδήμει τοῖς ἀποστόλοις καὶ μάλιστα τῷ Παύλῳ, καὶ εἰδὼς ἀκριβῶς γράφει· διηγεῖται δέ· ὡς ἀγγέλων ὑπολαβόντων ἀνελήφθη ὁ κύριος καὶ τὴν τοῦ ἁγίου πνεύματος ἔκχυσιν γενομένην ἐν τῇ πεντεκοστῇ ἐπί τε τοῖς ἀποστόλοις καὶ πάντας τοὺς τότε παρόντας, τήν τε κατάστασιν τοῦ Ματθία ἀντὶ Ἰούδα τοῦ προδότου καὶ τὴν κατάστασιν τῶν ἑπτὰ διακόνων καὶ τὴν ἐκλογὴν τοῦ Παύλου καὶ ὅσα ἔπαθεν, καὶ ὅσα οἱ ἀπόστολοι διὰ προσευχῆς καὶ τῆς εἰς αὐτὸν τὸν Χριστὸν πίστεως ἐθαυματούργησαν.