1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

3

ἐγγαστριμύθου· 3.9 ἀλλ' αὐτὴ μὲν προηγουμένως διὰ τοῦ ἐκβακχεύοντος αὐτὴν δαίμονος ἀποφθέγγεται δεῖν ἀνάγειν αὐτόν· εἶτα καὶ θεοὺς ἀνιόντας ἐπικομποῦσα θεωρεῖν, ἀπάτῃ μὲν ἐδίδου τὰ σημεῖα τἀνδρὸς εἰς ἐνέδραν, ὁ δὲ παράφρων «ἔγνω Σαοὺλ» ἐξ ὧν ἀκήκοεν ὡς αὐτὸς οὗτός ἐστι Σαμουήλ.

4.1 Εἰ δὲ δεῖ πιστεύειν ἢ τῷ δαιμονιζομένῳ Σαοὺλ ὡς ἀληθῆ γνώσεως

ἠκριβωκότι κατάληψιν, ἢ δαίμονι καυχωμένῳ καὶ ψυχὰς ὑπισχνουμένῳ δικαίων ἐξ ᾅδου μεταπέμπεσθαι, κρίνωμεν παρ' ἑαυτοῖς ὅσης ἂν εἴη γε δυσφημίας ἀνάπλεα ταῦτα καὶ τὰ τοιαῦτα νοεῖν, ὧ κράτιστε ἀνδρῶν Εὐτρόπιε· 4.2 πολὺ γάρ, ὡς ἔοικεν, Ὠριγένης τῆς ἀληθείας ἐσφάλη, καίτοι τοῦ δεσπότου ἡμῶν Ἰησοῦ περὶ τοῦ διαβόλου διαρρήδην εἰρηκότος «ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ». 4.3 τί τοίνυν φής, ὦ Ὠρίγενες (ἀνάγκη γὰρ ἐρέσθαι σε); πότερον ἀληθῆ ταῦτά ἐστιν ἅπερ ἔφρασεν ὁ σωτήρ, ἢ τοὐναντίον ἀνθυποφέρων ἐρεῖς; εἰ μὲν οὖν ἀληθεῖς οἱ τοῦ κυρίου τυγχάνουσι λόγοι, εἰωθότως ἄρα ὁ δαίμων ἐψεύσατο θρασυνόμενος· εἰ δὲ ἀψευδῆ τὰ τοῦ δαίμονος ὁρίζῃ ῥήματα, ψεύστην ἀποφῆναι τὸν κύριον ἐγχειρεῖς. 4.4 ὁρᾷς εἰς ὅσην ἐκπέπτωκεν ἀτοπίαν ὁ παρὰ σοὶ δογματιζόμενος ὅρος; ἄκοντες μὲν γὰρ ἔσθ' ὅτε τἀληθῆ λέγειν οἱ δαίμονες ἀναγκάζονται στρεβλούμενοι τοῖς πόνοις, οὐ μὴν ἑκόντες ἀψευδῶς εἴποιεν ἂν ὁτιοῦν. εἰ δὲ δὴ καὶ δικαίους ἀνάγειν ἐξ ᾅδου τοῦτον ὁριεῖταί τις ἀμελλητί, πῶς οὐκ ἄν γε εἴη σαφὲς ὡς ἀπάτῃ τὸ ψεῦδος ἀντεισάγει, βουλόμενος ἐκτραχηλιάσαι τινά; 4.5 ναί, φησίν, ἀλλ' οὐχ ὁ δαίμων ταῦτα εἴρηκεν, ἀλλ' «ἡ διηγηματικὴ τοῦ συγγραφέως φωνή· συγγραφεὺς δὲ τῶν λόγων εἶναι πεπίστευται τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' οὐκ ἄνθρωπος». εἶτ' οὐ νοεῖ πῶς ἐναντία φαίνει τῇ τοῦ διηγήματος ἐκδοχῇ; 4.6 κάλλιον γοῦν ἴσασιν οἱ παντοίοις σχολαιότερον ὁμιλήσαντες λόγοις ὡς ἡ διηγηματικὴ τοῦ συγγραφέως ὁμιλία ταῦτα ἐξέδωκεν, ἅπερ ἐδόκει πράττειν ἢ λέγειν τῷ μαντευομένῳ Σαοὺλ ἡ ἐγγαστρίμυθος· ἀμέλει περὶ ἐκείνης ἐκδιηγούμενος ὁ συγγραφεὺς καὶ τοὺς λόγους αὐτῆς ἐπὶ λέξεως ἐκτιθέμενος ἔφη «καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι;» 4.7 τίς δὲ οὕτως εὐήθης ἐστὶν ὡς ὑποκρίνεσθαι μὴ νοεῖν ὅτι αὗται μὲν τοῦ συγγραφέως οὔκ εἰσιν αἱ φωναί, τῆς δὲ δαιμονώσης εἰσὶ γυναικός, ἧς καὶ τοὔνομα προὔταξεν; οὐδαμοῦ μέντοι βεβαιοῖ τοὺς λόγους αὐτῆς ὡς ἀληθεῖς, οὐδέ τις ἂν εἴη γε τοῦτο δεικνύναι δυνάμενος οὐδαμῶς. 4.8 ἀλλὰ μήν, εἴ γε δεῖ φιλαλήθως εἰπεῖν, ἡ διηγηματικὴ <φωνὴ> τοῦτο ἔφησε μόνον ὡς «εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ». οὕτω δὲ ταῦτα ἔγραψεν ὡς πρὸς εἰδότας περὶ δαιμονώσης ὁμιλῶν. οὐ γὰρ ἔστιν ἀμφισβητεῖν ὅτι δαίμων οὐκ ἀνάγει ψυχὴν οὐδενός, ὃς ὑπὸ τῶν εὐσεβῶν 20ἐξορκιζόμενος ἀνθρώπων ἐλαύνεται, πυροῦται20, μαστίζεται καὶ φεύγει, τὸ σκήνωμα προλιπών. 4.9 ἀλλ' εἶδεν ἡ παραπλὴξ ὡς ἔπρεπεν αὐτῇ τὸ σχῆμα τῆς πεφαντασιοκοπημένης ὄψεως. εἴωθε γοῦν ὁ θὴρ εἰς πολυπροσώπους ἑαυτὸν ἐξαλλάττειν ἰδέας, ἵνα δὲ κατὰ τὸν ἁγιοφανῆ Παῦλον ἀποφθεγξάμενος εἴποιμ' ἄν· «αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός· οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης.» 4.10 Ὁ δὲ δογματιστὴς Ὠριγένης ὡς πρὸς ἐναντίους δικανικῇ δεινότητι διαλεγόμενος ἔταξεν μὲν καὶ τόδε τὸ χωρίον, οἰόμενος ἐκ τούτου περιγράφειν τοὺς τὴν ἀλήθειαν ἀντεισάγοντας, ἀτεχνίᾳ δὲ μᾶλλον ἢ τέχνῃ δοκῶν ἀνασκευάζειν αὐτὸ προσετίθει·

5.1 «καὶ διὰ τί» φησὶν «οὐκ εἴρηται· εἶδεν ἡ γυνὴ δαιμόνιον ὃ προσεποιεῖτο

εἶναι Σαμουήλ;» ἀλλὰ γεγράφθαι πρὸς ἐπὶ τούτοις ἔφησεν «ἔγνω Σαοὺλ ὅτι Σαμουήλ ἐστιν»· εἶτα πάλιν ἐπιφέρει προϊών· «εἰ μὴ ἦν Σαμουήλ, ἔδει γεγράφθαι· καὶ ἐνόμιζεν Σαοὺλ εἶναι αὐτὸν Σαμουήλ. 5.2 νῦν δὲ γέγραπται· "ἔγνω Σαούλ". οὐδεὶς δὲ ἔγνω τὸ