1

 2

 3

 4

 5

 6

 7

3

ἐφλογίσθη ἀκολασίας πάθει· ὥσπερ γὰρ μνήμη πυρὸς οὐ καίει διάνοιαν, οὕτω οὐδὲ πάθος ἰσχύει, μὴ παρούσης ὕλης.

ΚΕΦΑΛ. ϛʹ. Ἐὰν ἐλεήσῃς πολέμιον, ἕσται σοι ἐχθρὸς, καὶ ἐὰν φείσῃ πάθους,

ἐπαναστήσεταί σοι. Ἀκόλαστον ἐρεθίζει πρὸς ἠδονὴν ὅψις γυναικὸς, τὸν δὲ σώφρονα κανεῖ 79.1152 πρὸς δοξολογίαν Θεοῦ· ἐὰν ἠρεμήσῃ τὸ πάθος ἐν συντυχίαις γυναικῶν, μὴ πιστεύσῃς αὐτῷ ἀπάθειαν ἐπαγγελλομένῳ. Καὶ γὰρ κύων σαίνει μὲν ἀπολειφθεὶς ὄχλῳ, ἔξω δὲ προελθὼν, τὴν οἰκείαν ἐπιδείκνυται πονηρίαν. Ὅταν γυναικὸς μνήμη γένηται ἀπαθῶς, τότε νόμιζε τῶν ὅρων ἐπιβεβηκέναι τῆς σωφροσύνης. Ὅτε δέ σε τὸ εἴδωλον αὐτῆς ἐπὶ θεωρίαν διεγείρει, καὶ τὰ βέλη αὐτῆς τὴν ψυχήν σου περιλαμβάνουσι, τότε νόμιζε ἔξω εἶναι τῆς ἀρετῆς. Ἀλλὰ μηδὲ οὕτως ἐγχρονίσῃς τοῖς τοιούτοις λογισμοῖς, μηδὲ ἐπὶ πολὺ κατὰ διάνοιαν προσομιλήσῃς μορφῇ γυναικὸς, ἔστι γὰρ φιλυπόστροφον τὸ πάθος, καὶ τὸν κίνδυνον ἔχει ἐγγύς. Ὥσπερ γὰρ ἡ σύμμετρος χωνεία καθαίρει τὸν ἄργυρον, ἡ δὲ ἐπὶ πολὺ καὶ ἀπόλλυσιν εὐχερῶς, οὕτως ἕξιν σωφρονικὴν διαφθείρει ἐγχρονίζουσα φαντασία γυναικός· μηδὲ ἐπὶ πολὺ προσομιλήσῃς τῷ φανέντι προσώπῳ, ἵνα μὴ ἀνάψῃ ἐν σοὶ ἡδονῆς φλόγα, καὶ ἐμπρήσῃ ἅλωνα σῆς ψυχῆς· ὥσπερ γὰρ σπινθὴρ ἐν ἀχύροις χρονίσας ἐγείρει φλόγα, οὕτω μνήμη γυναικὸς παραμένουσα ἐξάπτει ἐπιθυμίαν.

ΚΕΦΑΛ. Ζʹ. Περὶ φιλαργυρίας. Φιλαργυρία πάντων ἐστὶ ῥίζα τῶν κακῶν, καὶ

τρέφει ὡς κλάδους πονηροὺς τὰ λοιπὰ πάθη, καὶ οὐκ ἀφήσει ξηρανθῆναι τὰ ἐξ αὐτῆς ἀνθήσαντα. Ὁ βουλόμενος κόπτειν πάθη, τὴν ῥίζαν ἐκκοπτέτω· μενούσης γὰρ φιλαργυρίας ἐπιτέμνων τοὺς κλάδους οὐδὲν ὠφελεῖ, κἂν γὰρ ἐκκοπῶσιν, εὐθὺς ἐπανθήσουσι. Πολυκτήμων μοναχὸς, πεφορτισμένον πλοῖον, καὶ ἐν ζάλῃ κυμάτων εὐχερῶς καταδυόμενον· ὥσπερ γὰρ ὑπέραντλος ναῦς ὑφ' ἑκάστου κύματος βασανίζεται, οὕτω πολυκτήμων ταῖς φροντίσι ὑποβρύχιος γίνεται. Ἀκτήμων μοναχὸς, ὁδοιπόρος εὐσταλὴς, καὶ ἐν παντὶ τόπῳ εὑρίσκων κατάλυμα. Ἀκτήμων μοναχὸς ἀετὸς ὑψιπέτης, τότε καθιπτάμενος ἐπὶ τροφὴν, ὅταν ἡ χρεία βιάσῃ. Παντὸς πειρασμοῦ ὁ τοιοῦτός ἐστιν ὑψηλότερος, καταγελᾷ τῶν παρόντων, καὶ μετέωρος ἐξαίρεται, ἀναχωρεῖ τῶν γηΐνων, καὶ συμπεριπολεῖ τοῖς ἄνω· πτερὸν γὰρ ἔχει κοῦφον, φροντίσι μὴ βαρυνόμενον· θλίψις ἐπῆλθε, καὶ ἀλύπως τὸν τόπον ἀπέλιπε· θάνατος ἐπέστη, καὶ εὐθύμως ἀπέρχεται· οὐδενὶ γὰρ γηΐνῳ δεσμῷ προσέδησε τὴν ψυχήν. Ὁ δὲ πολυκτήμων πεπέδηται μερίμναις, καὶ καθάπερ κύων ἁλύσει προσδέδεται, κἂν μεταναστῆναι βιασθῇ, τὰς μνήμας τῶν κτημάτων περιφέρει βαρὺ φορτίον, καὶ ἀχθηδόνα ἀνωφελῆ, κεντεῖται λύπῃ, καὶ πρὸς, τὴν ἔννοιαν ὀδυνᾶται σφοδρῶς, ἀφῆκε τὰ κτήματα, καὶ τῇ λύπῃ μαστίζεται. Κἂν θάνατος ἐπέλθοι, ἐλεεινῶς ἀφίησι τὰ παρόντα, ἀποδίδωσι τὴν ψυχὴν, καὶ τὸν ὀφθαλμὸν οὐκ ἀφίστησι τῶν πραγμάτων· ἄκων ἕλκεται καθάπερ ἀνδράποδον δραπετεῦον, μερίζεται τοῦ σώματος, καὶ οὐ μερίζεται τῶν πραγμάτων· μᾶλλον τῶν ἑλκόντων αὐτὸν τοῦ πάθους κατέχοντος. 79.1153

ΚΕΦΑΛ. Ηʹ. Θάλασσα οὐκ ἐμπίπλαται, ποταμῶν δεχομένη πλῆθος, καὶ

ἐπιθυμία φιλαργύρου οὐ πληροῦται χρημάτων, ἐδιπλασίασε τὰ χρήματα, καὶ ταῦτα διπλᾶ ποιῆσαι ἐπιθυμεῖ, καὶ τοῦ διπλασιάζειν οὐδέποτε παύεται, ἕως ἂν θάνατος τὴν ἀνήνυτον ταύτην παύσῃ σπουδήν. Συνετὸς μοναχὸς τῇ χρείᾳ προσέξει τοῦ σώματος, καὶ τὴν ἔνδειαν τῆς γαστρὸς ἄρτῳ πληρώσει, καὶ ὕδατι, οὐ κολακεύσει πλουτοῦντας δι' ἡδονὴν γαστρὸς, οὐδὲ δουλώσει νοῦν ἐλεύθερον δεσπόταις πολλοῖς· ἱκαναὶ γὰρ αἱ χεῖρες ὑπηρετῆσαι τῷ σώματι, καὶ τὴν φυσικὴν ἀνάγκην πληρῶσαι διὰ παντός.