1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

3

γνώσεως γίνεται πρόξενος. προϋπάρξαι δὲ δεῖ σοφίαν καὶ σύνεσιν, πρὸς τὸ δυνηθῆναι συνιέναι φόβον κυρίου· καὶ προσάξομέν γε ταῦτα τοῖς τὴν μὲν σοφίαν καὶ τὴν σύνεσιν ἐξουθενοῦσιν, καταφεύγειν δὲ βουλομένοις ἐπὶ τὸ φοβεῖσθαι τὸν θεόν, ὡς ἐπὶ εὐχερὲς πρᾶγμα. Ἄξονας λέγει τὰς ἐντολὰς τοῦ θεοῦ τὰς ἀγούσας ἡμᾶς ἐπὶ τὴν γνῶσιν τὴν τοῦ θεοῦ. καὶ ὁ ∆αυὶδ φησίν· ∆ιὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην. Οἱ μὲν ἅγιοι ἄγγελοι πάντα λαλοῦσι πιστά· ἄνθρωποι δὲ τὰ μὲν πιστά, τὰ δὲ ἄπιστα· ὁ δὲ διάβολος οὐδὲν πιστὸν ἀντὶ τοῦ οὐ πίστεως ἄξιον. ἄνδρα γὰρ νῦν τὸν διάβολον λέγει, εἴγε ἄνθρωπος πονηρὸς ἐπέσπειρε τὰ ζιζάνια. Εἰ ἡ βουλὴ ποιὰ νοῦ κίνησίς ἐστιν, πῶς αὕτη ἀπέλιπεν διδασκαλίαν νεότητος; πῶς δὲ καὶ θείας ἐπελάθετο διαθήκης; ὡς γὰρ περὶ ζώου λογικοῦ τῆς κακῆς βουλῆς ἡμῖν διαλέγεται. ἢ νῦν κακὴν βουλὴν τὸν διάβολον λέγει· οὗτος γὰρ κακῶς ἐβουλεύσατο εἰπὼν τὸ Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. ἐπελάθετο δὲ καὶ τῆς θείας γνώσεως, καταλιπὼν τὴν διδασκαλίαν τῆς νεότητος· ἥτις νεότης τὴν προτέραν αὐτοῦ κατάστασιν δηλοῖ, καθ' ἣν καὶ ζηλωτὸς ἦν ἐν τοῖς ξύλοις τοῦ παραδείσου. ∆ιώκοντας γὰρ δικαιοσύνην ἀγαπᾷ, καὶ οὕτως τρέχετε ἵνα καταλάβητε. Ὅσοι καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς, οὗτοι καταλαμβάνουσι τρίβους εὐθείας· Καὶ τὸ ἔλεός σου, φησίν, καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Οἱ μὲν ἐν ἀκακίᾳ, φησίν, μείναντες ὑπελείφθησαν ἐν τῇ γῇ, τοῦτ' ἔστιν ἐν τῇ γνώσει· οἱ δὲ διὰ κακίαν ἐκπεσόντες διὰ χρηστότητος πάλιν ἐπανελεύσονται

80 Οὗτος ἐπιλανθάνεται νόμου, ὁ μὴ νομίμως βιούς· οὗτος μέμνηται τοῦ νόμου, ὁ ζῶν κατ' αὐτόν· καὶ εἰ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ θεοῦ, ὁ ποιῶν αὐτά, οὗτος ἀπόλλυσιν αὐτά, ὁ μὴ βουλόμενος πράττειν αὐτά· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι, φησίν, παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Μὴ ἐπαρθῇς, φησί, θεοῦ σοφίαν κτησάμενος· ὅτι δὲ τὴν τοῦ θεοῦ ἐνταῦθα λέγει σοφίαν καὶ αὐτὴν ἀνθρωπίνην, δι' ὧν ἐπιφέρει δείκνυσιν· Ἐν πάσαις γάρ φησιν ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου. Ὅταν αἱ δυνάμεις τῆς ψυχῆς ἐπιμελείας τύχωσιν, τὸ τηνικαῦτα ἐροῦσι Κύριε, τίς ὅμοιός σοι; Πάντα γάρ φησι τὰ ὀστᾶ μου ἐροῦσι Κύριε κύριε, τίς ὅμοιός σοι; ἐπιμελείας γὰρ τυχοῦσα ἡ μνημονευτικὴ δύναμις τῆς ψυχῆς πάντως ἐρεῖ τὸ Ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην· ὁμοίως δὲ καὶ ἡ ὀπτικὴ λέξει τὸ Κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην· ὡσαύτως δὲ καὶ ἡ ἐπιθυμητικὴ Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου· ἐρεῖ δὲ καὶ ἡ λογιστικὴ τὸ ∆ιελογισάμην ἡμέρας ἀρχαίας. κατὰ πάντα συμβήσεται καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων. Ἔν τισιν ἀντιγράφοις κεῖται πλησμονὴ σίτου· οὐ κεῖται δὲ οὔτε εἰς τὸ ἑβραϊκὸν οὔτε παρὰ τοῖς ο τὸ σίτου. Πρὸς μόνην τὴν σοφίαν ἀδυνατοῦσιν οἱ δαίμονες, λογισμοὺς ἐμβάλλειν εἰς τὴν καρδίαν τοῦ σεσοφισμένου μὴ συγχωρούμενοι· ὁ γὰρ νοῦς τοῖς τῆς σοφίας ποιούμενος θεωρήμασιν, ἀνεπίδεκτος γίνεται λογισμοῦ ἀκαθάρτου.

Νοῦς καθαρὸς ἐγγίζει σοφίᾳ· ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπ' αὐτῆς Τούτου τοῦ ξύλου μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ μεταλαμβάνειν κωλύεται, εἴπερ ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς· εἰ δὲ τὸ δένδρον τῆς ζωῆς ἡ τοῦ θεοῦ σοφία ἐστίν, δικαίως ἅψασθαι κωλύεται τούτου τοῦ ξύλου· Εἰς γὰρ κακότεχνόν φησιν ψυχὴν σοφία οὐκ εἰσελεύσεται. Ὁ θεὸς τῇ μὲν σοφίᾳ τὴν γῆν ἐθεμελίωσεν, τῇ δὲ φρονήσει τοὺς οὐρανοὺς ἡτοίμασεν· διὰ δὲ τῆς αἰσθήσεως αὐτοῦ ἐρράγησαν ἄβυσσοι, τὰ δὲ νέφη ἐρρύησαν δρόσους. ἣν ἐνταῦθα γῆν εἶπεν, Παῦλος ὁ ἅγιος πλᾶτος (sic cod.) ὠνόμασεν· καὶ τοὺς ἐνταῦθα οὐρανοὺς λεγομένους ὕψος ἐκεῖνος ἐν τῇ πρὸς Ἐφεσίους καλεῖ, 81 καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους ὀνομάζει βάθος, καὶ τὰ δεδροσωμένα νέφη μῆκος καλεῖ. ταῦτα δὲ πάντα λογικῶν ἐστὶ φύσεων σύμβολα, διαιρουμένων κόσμοις καὶ σώμασι κατ' ἀναλογίαν. Τράχηλον τὴν ψυχὴν