1

 2

 3

 4

3

περὶ τούτων λόγον, ἢ μεθ' οἵας τῆς διανοίας, ὁ τὰς μοιχείας ἐπαινῶν καὶ τὰς παιδοφθο ρίας, καὶ προσκυνῶν τὰ πάθη, καὶ μηδὲν ὑπὲρ τὸ σῶμα διανοη θῆναι δυνάμενος, ὁ χθὲς καὶ πρώην ἑαυτῷ στήσας θεούς, καὶ τούτους ἐπὶ τοῖς αἰσχίστοις γνωριζομένους; οὐχ ὑλικῶς; οὐκ αἰσχρῶς; οὐκ ἀμαθῶς; οὐκ ἀμαθῶς; οὐχ ὡς εἴωθεν; οὐ συνήγορον τῶν οἰκείων θεῶν καὶ παθῶν τὴν σὴν θεολογίαν ποιήσεται; εἰ γὰρ αὐτοὶ ταῖς φωναῖς ταύταις ἐπηρεάζομεν, σχολῇ γ' ἂν ἐκείνους πείσαιμεν φιλοσοφεῖν ἐν τοῖς ἡμετέροις· καὶ εἰ παρ' ἑαυτῶν εἰσὶν ἐφευρεταὶ κακῶν, πότε ἂν τῶν διδομένων ἀπόσχοιντο; ταῦτα ἡμῖν ὁ πρὸς ἀλλήλους πόλεμος. ταῦτα οἱ πλεῖον ὑπὲρ τοῦ Λόγου μαχόμενοι, ἢ ὅσον ἀρέσκει τῷ Λόγῳ, καὶ ταὐτὸν πάσχοντες τοῖς μαινομένοις, οἳ τοὺς ἰδίους οἴκους ἀνάπτουσιν, ἢ τοὺς παῖδας σπαράττουσιν, ἢ τοὺς γονέας περιωθοῦσιν, ὡς ἀλλοτρίους νομίζοντες.

7 Ἐπεὶ δὲ ἀπεσκευασάμεθα τοῦ λόγου τὸ ἀλλότριον, καὶ εἰς τὴν ἀγέλην τῶν χοίρων ἀπεπεμψάμεθα τὸν πολὺν λεγεῶνα κατὰ βυθῶν χωρήσαντα, ὃ δεύτερόν ἐστι, πρὸς ἡμᾶς αὐτοὺς ἴδωμεν, καὶ ξέσωμεν εἰς κάλλος, ὥσπερ ἀνδριάντα, τὸν θεολόγον. ἐκεῖνο δὲ πρῶτον λογισώμεθα, τίς ἡ τοσαύτη περὶ τὸν λόγον φιλοτιμία καὶ γλωσσαλγία; τίς ἡ καινὴ νόσος αὕτη καὶ ἀπληστία; τί τὰς χεῖρας δήσαντες τὰς γλώσσας ὡπλίσαμεν; οὐ φιλοξενίαν ἐπαινοῦμεν; οὐ φιλαδελφίαν, οὐ φιλανδρίαν, οὐ παρθενίαν, οὐ πτωχοτροφίαν θαυμάζομεν; οὐ ψαλμῳδίαν, οὐ πάννυχον στάσιν, οὐ δάκρυον; οὐ τὸ σῶμα νηστείαις ὑποπιέζομεν; οὐ δι' εὐχῆς πρὸς θεὸν ἐκδημοῦμεν; οὐ τῷ κρείττονι τὸ χεῖρον ὑποζεύγνυμεν, τὸν χοῦν λέγω τῷ πνεύματι, ὡς ἂν οἱ τῷ κράματι δικαίως δικάζοντες; οὐ μελέτην θανάτου τὸν βίον ποιούμεθα; οὐ τῶν παθῶν δεσπόται καθιστάμεθα, μεμνημένοι τῆς ἄνωθεν εὐγενείας; οὐ θυμὸν τιθασσεύομεν ἐξοιδοῦντα καὶ ἀγριαίνοντα; οὐκ ἔπαρσιν καταβάλλουσαν, οὐ λύπην ἀλόγιστον, οὐχ ἡδονὴν ἀπαίδευτον, οὐ γέλωτα πορνικόν, οὐκ ὄψιν ἄτακτον, οὐκ ἀκοὴν ἄπληστον, οὐ λόγον ἄμετρον, οὐ διάνοιαν ἔκτοπον, οὐχ ὅσα παρ' ἡμῶν ὁ πονηρὸς καθ' ἡμῶν λαμβάνει, τὸν διὰ τῶν θυρίδων, ὡς ἡ γραφή φησιν, εἴτουν αἰσθητηρίων, εἰσάγων θάνατον; πᾶν μὲν οὖν τοὐναντίον, καὶ τοῖς ἄλλων πάθεσιν ἐλευθερίαν δεδώκαμεν, ὥσπερ οἱ βασιλεῖς τὰς ἐπινικίους ἀφέσεις, μόνον ἂν πρὸς ἡμᾶς νεύωσι, καὶ κατὰ θεοῦ φέρωνται θρασύτερον καὶ κακὸν οὐ καλοῦ πράγματος μισθὸν ἀντιδίδομεν, τῆς ἀσεβείας τὴν παρρησίαν.

8 Καίτοιγε, ὦ διαλεκτικὲ καὶ λάλε, ἐρωτήσω σέ τι μικρόν· Σὺ δὲ ἀπόκριναί, φησι τῷ Ἰὼβ ὁ διὰ λαίλαπος καὶ νεφῶν χρηματίζων. πότερον πολλαὶ μοναὶ παρὰ τῷ Θεῷ, ὅπερ ἀκούεις, ἢ μία; πολλαί, δώσεις δηλαδή, καὶ οὐ μία. πότερον δὲ πληρωθῆναι δεῖ πάσας, ἢ τὰς μέν, τὰς δὲ οὐ, ὡς εἶναι κενὰς καὶ μάτην ἡτοιμασμένας; ναὶ πάσας· οὐδὲν γὰρ εἰκῇ τῶν παρὰ Θεοῦ γενομένων. ταύτην δὲ ὅ τί ποτε θήσεις τὴν μονήν, ἔχοις ἂν εἰπεῖν; ἄρα τὴν ἐκεῖθεν ἀνάπαυσίν τε καὶ δόξαν τὴν ἀποκειμένην τοῖς μακαρίοις, ἢ ἄλλο τι; οὐκ ἄλλο ἢ τοῦτο. ἐπειδὴ τοῦτο ὡμολογήσαμεν, κἀκεῖνο προσεξετάσωμεν. ἔστι τι τὸ ταύτας προξενοῦν τὰς μονάς, ὡς ὁ ἐμὸς λόγος, ἢ οὐδέν; ἔστι πάντως. τί τοῦτο; τὸ διαφόρους εἶναι πολιτείας καὶ προαιρέ σεις, καὶ ἄλλην ἀλλαχοῦ φέρειν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, ὅπερ καὶ ὁδοὺς ὀνομάζομεν. πάσας οὖν ὁδευτέον, ἢ τινὰς τῶν ὁδῶν τούτων; εἰ μὲν οἷόν τε τὸν αὐτόν, πάσας· εἰ δὲ μή, ὅτι πλείστας· εἰ δὲ μή, τινάς· εἰ δὲ μηδὲ τοῦτο, μέγα κἂν εἰ μίαν διαφερόντως, ὥς γέ μοι φαίνεται. ὀρθῶς τοῦτο ὑπολαμβάνεις. τί οὖν; ὅταν ἀκούσῃς μίαν ὁδὸν εἶναι, καὶ ταύτην στενήν, τί σοι φαίνεται δηλοῦν ὁ λόγος; μίαν μὲν διὰ τὴν ἀρετήν· μία γάρ, κἂν εἰς πολλὰ σχίζηται· στενὴν δὲ διὰ τοὺς ἱδρῶτας καὶ τὸ μὴ πολλοῖς εἶναι βατήν, ὡς πρὸς τὸ πλῆθος τῶν ἐναντίων καὶ ὅσοι διὰ τῆς κακίας ὁδεύουσιν. οὕτω κἀμοὶ δοκεῖ. τί οὖν, ὦ βέλτιστε, εἴπερ τοῦτο οὕτως ἔχει, ὥσπερ τινὰ πενίαν καταγνόντες τοῦ ἡμετέρου λόγου, πάσας τὰς ἄλλας ὁδοὺς ἀφέντες, πρὸς μίαν