3
γὰρ ἀρχομένοισι τελειοτέροιο λόγοιο Καιρός. Τίς δ' ἀμυδροῖσιν ἔτ' ὄμμασιν ἢ πυρὸς αὐγὰς ∆εῖξεν ὅλας, ἢ φωτὸς ἀπληστοτέροιο κόρεσσεν; Λώϊον, ἢν κατὰ μικρὸν ἄγῃς πυριθαλπέας αὐγὰς, 410 Μή πως καὶ γλυκεροῖο φάους πηγάς τι χαλέψῃς. Ὡς γὰρ Πατρὸς ἄνακτος ὅλην θεότητα προφαίνων Πρόσθε λόγος, Χριστοῖο μέγα κλέος αὐγάζεσκε Παύροισιν πινυτοῖσι φαεινόμενον μερόπεσσιν, Ὣς καὶ Παιδὸς ἔπειτα φαεινοτέρην ἀναφαίνων, Πνεύματος αἰγλήεντος ὑπήστραψεν θεότητα. Βαιὸν τοῖσδ' ὑπέλαμψε, τὸ δὲ πλέον ἡμῖν ἔλειπεν, Οἷς ῥα καὶ ἐν γλώσσῃσι πυρὸς μετέπειτ' ἐμερίσθη, Σῆμα φέρον θεότητος, ὅτ' ἐκ χθονὸς ἆλτο Σαωτήρ. Καὶ γὰρ πῦρ Θεὸν οἶδα κακοῖς, ὡς φῶς ἀγαθοῖσιν. Οὕτω σοι θεότητα συνήγαγον. Εἰ δὲ τέθηπας Υἱόν τ' οὐχ Υἱόν τε μιῆς θεότητος ἀκούων, Μύθοις τ' ἀντιθέτοισιν ἐϋστροφέεσσι πέποιθας ∆ώσει κἀνθάδ' ἔμοιγε Θεὸς λόγον αὐτὸς ἐπελθών. 411 Ἐξ ἑνὸς ἀρχεγόνοιο δάμαρ καὶ Σὴθ ἐγένοντο, Ἡμίτομος, δυάδος τε γόνος θεσμοῖσι γάμοιο· Οὐ τεκτὴ, τεκτός τε, βροτοί γε μὲν ἔσκον ὁμοίως. Τῶν σὺ μνωόμενος μηδὲν Θεότητος ἀτίζειν, Πρόσθε φέρων τόδ' ἔνερθεν. Ἴη φύσις ἐστὶν, ἄμετρον, Ἄκτιστον, ἄχρονον, ἐσθλὸν, ἐλεύθερον, ἠδ' ὁμόσεπτον, Εἷς Θεὸς ἐν τρισσοῖς ἀμαρύγμασι κόσμον ἑλίσσων. Τοῖσιν ἐγὼ νέος ἄλλος ἐγείρομαι, εὖτε λοετρῷ Θαπτομένου θανάτοιο παλίσσυτος ἐς φάος ἔλθω. Τρισσὴ γὰρ θεότης με φαεσφόρον ἐξανέτειλεν. Οὔ σε, κάθαρσι φίλη, οὐ ψεύσομαι. Εἰ θεότητι 412 Λουσάμενος θεότητα διατμήξαιμι φαεινὴν, Λώϊον ἦν ... τρομέω δὲ κακοῦ μύθοιο τελευτὴν, Ἐλπωρῇ θείοιο χαρίσματος ἠδὲ λοετρῶν. Εἴ μ' ὅλον ἐξεκάθηρεν, ὅλος καὶ σεπτὸς ἔμοιγε Ἔστι Θεός. Τὸ δ' ἂν ἴσον ἔχοι βροτὸς ὅστις ἀλιτρὸς, Αὐτὸς ἑὴν θεότητα, Θεοῦ γέρας, ἄνδιχα τέμνων. Εἴ τινα δ' ἢ περὶ Παιδὸς ἀκούομεν, ἢ ἀγαθοῖο Πνεύματος ἐν θείοισι λόγοις καὶ θειοφόροισιν Ἀνδράσιν, ὥς ῥα Θεοῖο τὰ δεύτερα Πατρὸς ἔχουσιν, Ὧδε νοεῖν κέλομαί σε λόγοις Σοφίης βαθυκόλπου Ὡς εἰς ῥίζαν ἄναρχον ἀνέρχεται, οὐ θεότητα Τέμνει, ὄφρα κεν οἶον ἔχῃς κράτος, οὐ πολύσεπτον. 413 Ἐκ μονάδος Τριάς ἐστι, καὶ ἐκ Τριάδος μονὰς αὖθις, Οὔτε πόρος, πηγὴ, ποταμὸς μέγας, ἕν τε ῥέεθρον, Ἐν τρισσοῖσι τύποισιν ἐλαυνόμενον κατὰ γαίης· Οὔτε δὲ πυρκαϊῆς λαμπὰς πάλιν εἰς ἓν ἰοῦσα, Οὔτε λόγος προϊών τε νόου, καὶ ἔνδοθι μίμνων, Οὔτε τις ἐξ ὑδάτων κινήμασιν ἡλιακοῖσι, Μαρμαρυγὴ, τοίχοισι περίτρομος, ἀστατέουσα, Πρὶν πελάσαι φεύγουσα, πάρος φυγέειν πελάουσα. Οὐδὲ γὰρ ἄστατός ἐστι Θεοῦ φύσις, ἠὲ ῥέουσα, Ἠὲ πάλιν συνιοῦσα· τὸ δ' ἔμπεδόν ἐστι Θεοῖο. Ἀλλ' ὧδ' ἂν φρονέων καθαρὸν θύος ἔνδοθι ῥέζοις. Ἐν τρισσοῖς φαέεσσιν ἴη φύσις ἐστήρικται. 414 Οὔτε μονὰς νήριθμος, ἐπεὶ τρισὶν ἵστατ' ἐν ἐσθλοῖς Οὔτε Τριὰς πολύσεπτος, ἐπεὶ φύσις ἔστ' ἀκέαστος. Ἡ μονὰς ἐν θεότητι, τὰ δ' ὧν θεότης τρισάριθμα. Εἷς Θεός ἐστιν ἕκαστον, ἐπὴν μόνον ἐξαγορεύῃς. Εἷς Θεὸς αὖθις ἄναρχος, ὅθεν πλοῦτος θεότητος, Εὖτε τριῶν τινα μνῆστιν ἔχῃ λόγος, ὡς τὸ μὲν εἴη Τῶν τρισσῶν φαέων σεπτὸν κήρυγμα βροτοῖσι, Τῷ δὲ μονοκρατίην ἐριλαμπέα κυδαίνωμεν, Μηδὲ θεῶν ἀγορῇ τερπώμεθα τῇ πολυάρχῳ. Ἴσον γὰρ πολύαρχον ἐμοὶ καὶ πάμπαν ἄναρχον Μαρνάμενον. ∆ῆρις δὲ διάστασις· ἡ δ' ἐπὶ λῦσιν Σπεύδει. Τῷ Θεότητος ἑκὰς πολύαρχον ἔμοιγε. Τρεῖς δὲ θεοὺς καλέοιεν, ὅσους χρόνος, ἠὲ νόημα, 415 Ἢ κράτος, ἠὲ θέλησις ἀπ' ἀλλήλων ἐκέαυσεν. Αὐτοῦ ταυτὸν ἕκαστον ἀδήριτον οὔ ποτ' ἐόντα. Τῆς δ' ἄρ' ἐμῆς Τριάδος ἓν μὲν σθένος, ἓν δὲ νόημα, Ἓν κλέος, ἓν δὲ κράτος. Τῷ καὶ μονάς ἐστιν ἄρευστος, Ἀρμονίῃ θεότητος ἰῇ μέγα κῦδος ἔχουσα. Τόσσον ἐμοῖς φαέεσσι Τριὰς σέλας ἐξεκάλυψεν, Ἐκ πτερύγων θείου τε πετάσματος ἔνδοθι νηοῦ, Τοῖς ὕπο κεύθετ' ἄνασσα Θεοῦ φύσις. Εἰ δὲ πλέον τι Ἀγγελικοῖσι χοροῖσι, τόδε πλέον ἡ Τριὰς ἴστω. ∆ʹ. Περὶ κόσμου. Εἰ δ' ἄγε καὶ μεγάλοιο Θεοῦ κτίσιν ὑμνείωμεν, ∆όξαις ψευδομένῃσιν ἐναντία δηριόωντες. 416 Εἷς Θεός· ὕλη δ' αὖτε καὶ εἴδεα μῦθος