3
μὴ καὶ τὸν δελφῖνα κακίζοιτό τις, ὅτι μὴ χερσαῖος· καὶ τὸν βοῦν, ὅτι μὴ πελάγιος· καὶ τὴν μύραιναν, ὅτι ἀμφίβιος. Ἡμῖν δὲ, φησὶ, τείχη καὶ θέατρα, καὶ ἱππικὰ, καὶ βασίλεια, καὶ κάλλη στοῶν καὶ μεγέθη, καὶ τὸ ἄπιστον τοῦτο ἔργον, ὁ ὑπο χθόνιος καὶ ἀέριος ποταμὸς, καὶ ὁ λαμπρὸς στύλος οὑτοσὶ καὶ ἀπόβλεπτος, καὶ ἀγορὰ 36.224 πλήθουσα, καὶ δῆμος κυμαίνων, καὶ ἀνδρῶν εὐ γενῶν συνέδριον ἐπαινούμενον.
Ζʹ. Πῶς δὲ οὐ λέγεις καὶ θέσεως εὐκαιρίαν, καὶ γῆν καὶ θάλασσαν, ὥσπερ ἀμιλλωμένας, ποτέρας ἂν εἴη μᾶλλον ἡ πόλις, καὶ τοῖς παρ' ἑαυτῶν ἀγαθοῖς τὴν βασιλίδα δεξιουμένας; Τοῦτο οὖν ἀδικοῦμεν, ὅτι με γάλοι μὲν ὑμεῖς καὶ ὑπέρλαμπροι, μικροὶ δὲ ἡμεῖς καὶ ἐκ μικρῶν ἤκοντες; Πολλοὶ καὶ ἄλλοι τοῦτο ἀδι κοῦσιν ὑμᾶς, μᾶλλον δὲ πάντες ὧν ὑπεραίρετε· καὶ δεῖ τεθνάναι ἡμᾶς, ὅτι μὴ πόλιν ἠγείραμεν, μηδὲ τείχη περιεβαλλόμεθα, μηδὲ ἱππικοῖς μεγαλαυ χοῦμεν, μηδὲ σταδίοις τε καὶ κυνηγεσίοις, καὶ ταῖς περὶ ταῦτα μανίαις, μηδὲ λουτρῶν χάρισι καὶ λαμ πρότησι, καὶ μαρμάρων πολυτελείαις, καὶ γραφαῖς καὶ κεντήσεσι χρυσαυγέσι τε καὶ πολυειδέσι μι κροῦ μιμουμέναις τὴν φύσιν; Θάλασσαν δὲ οὔπω περιεῤῥήξαμεν ἡμῖν αὐτοῖς, οὐδὲ τὰς ὥρας ἐκερασά μεθα (ὃ σὺ δηλαδὴ πεποίηκας, ὁ νέος δημιουργὸς), ἵν' ὡς ἥδιστά τε ὁμοῦ καὶ ἀσφαλέστατα βιοτεύοιμεν. Πρόσθες, εἰ βούλει, καὶ ἄλλας κατηγορίας, ὁ λέγων· Ἐμόν ἐστι τὸ ἀργύριον, καὶ ἐμόν ἐστι τὸ χρυ σίον, τὰς τοῦ Θεοῦ φωνάς. Ἡμεῖς οὔτε πλούτῳ μέγα φρονοῦμεν, ᾧ ῥέοντι μὴ προστίθεσθαι, τῆς ἡμε τέρας ἐστὶ νομοθεσίας, οὐδὲ προσόδους ἀριθμοῦμεν ἐτησίας τε καὶ ἡμερησίας, οὔτε τραπέζης ὄγκῳ φι λοτιμούμεθα, καὶ φαρμακείαις ταῖς ἀναισθήτου γα στρός. Οὐδὲ γὰρ ἐπαινοῦμέν τι τῶν μετὰ τὸν λαιμὸν ὁμοτίμων, μᾶλλον δὲ, ἀτίμων ὁμοίως καὶ ἀπο βλήτων· ἀλλὰ ζῶμεν οὕτως ἁπλῶς καὶ σχεδίως, καὶ μικρόν τι τῶν θηρίων, οἷς ὁ βίος ἄσκευος καὶ ἀν επιτήδευτος, διαφέροντες.
Ηʹ. Ἦ καὶ τῆς ἐσθῆτός μου τὸ τρύχινον αἰτιάσῃ, καὶ τοῦ προσώπου τὴν θέσιν οὐκ εὐφυῶς ἔχου σαν; ἐπεὶ καὶ τούτοις ὁρῶ τινας τῶν λίαν ταπεινῶν αἰρομένους. Τὴν κεφαλὴν δὲ ἀφήσεις, καὶ οὐκ ἐπισκώψεις ἃ καὶ τὸν Ἐλισσαῖον οἱ παῖδες; τὸ γὰρ ἑξῆς σιωπήσομαι. Ἀπαιδευσίαν δὲ οὐκ ἐγκαλέ σεις, ἢ ὅτι τραχύ σοι δοκῶ καὶ ἄγροικον φθέγγε σθαι; Τὸ δὲ μὴ στωμύλον εἶναι, ποῦ στήσεις, μηδὲ γελοιαστήν τινα, καὶ τοῖς συνοῦσι κεχαρι 36.225 σμένον, μηδὲ ἀγοράζειν τὰ πολλὰ, μηδὲ λαλεῖν τε καὶ περιλαλεῖν οἷς ἔτυχε, καὶ ὡς ἔτυχεν, ὥστε ποιῆσαι φορτικοὺς καὶ τοὺς λόγους, μηδὲ τὴν νέαν Ἱερουσα λὴμ, τὸν Ζεύξιππον, ἐπισκέπτεσθαι, μηδὲ οἰκίαν ἐξ οἰκίας ἀμείβειν θωπεύοντά τε καὶ γαστριζόμενον· ἀλλ' οἴκοι τὰ πολλὰ μένειν κατηφῆ τε καὶ σκυθρωπά ζοντα, καὶ καθ' ἡσυχίαν ἐμαυτῷ συγγενόμενον, τῷ γνησίῳ τῶν πραττομένων ἐξεταστῇ, καὶ τοῦ δεθῆ ναι τυχὸν ἀξίῳ διὰ τὸ δύσχρηστον; Πῶς ταῦτα συγ χωρεῖς ἡμῖν, καὶ οὐκ ἐγκαλεῖς; Ὡς ἡδὺς εἶ καὶ φιλάνθρωπος!
Θʹ. Ἐγὼ δὲ οὕτως ἀρχαίως ἔχω καὶ φιλοσόφως, ὥστε ἕνα μὲν οὐρανὸν, καὶ κοινὸν ἅπασι τὸν αὐτὸν, ὑπολαμβάνω, κοινὴν δὲ ἡλίου καὶ σελήνης περίοδον, κοινὴν δὲ ἀστέρων τάξιν καὶ θέσιν, κοινὴν δὲ ἡμέρας καὶ νυκτὸς ἰσομοιρίαν καὶ εὐχρηστίαν· ἔτι δὲ ὡρῶν ἀλλαγὰς, καὶ ὑετοὺς, καὶ καρποὺς, καὶ ἀέρος ζωτι κὴν δύναμιν· ἕλκεσθαι δὲ ποταμοὺς, πᾶσιν ὁμοίως τὸν κοινὸν πλοῦτον καὶ ἄφθονον· μίαν δὲ καὶ τὴν αὐτὴν εἶναι γῆν; μητέρα καὶ τάφον, ἐξ ἧς ἐλή φθημεν, καὶ εἰς ἣν ἀποστραφησόμεθα, μηδὲν πλέον ἀλλήλων ἔχοντες· καὶ ἔτι πρὸ τούτων, κοινὸν λό γον, νόμον προφήτας, αὐτὰ τὰ Χριστοῦ πάθη, δι' ὧν ἀνεπλάσθημεν, οὐχ ὁ μὲν, ὁ δ' οὒ, πάντες δὲ οἱ τοῦ αὐτοῦ Ἀδὰμ μετασχόντες, καὶ ὑπὸ τοῦ ὅφεως παραλογισθέντες, καὶ τῇ ἁμαρτίᾳ θανα τωθέντες, καὶ διὰ τοῦ ἐπουρανίου Ἀδὰμ ἀνασω θέντες, καὶ πρὸς τὸ ξύλον τῆς ζωῆς ἐπαναχθέντες, διὰ τοῦ ξύλου τῆς ἀτιμίας, ὅθεν ἀποπεπτώκα μεν.
Ιʹ. Ἠπάτα δέ με καὶ ἡ τοῦ Σαμουὴλ Ἀρμα-θαῒμ, ἡ μικρὰ τοῦ μεγάλου πατρὶς, οὐκ ἀτιμά σασα τὸν προφήτην, οὐδὲ παρ' ἑαυτῆς μᾶλλον, ἣ παρ' ἐκείνου γενομένη