1

 2

 3

 4

 5

 6

 7

3

περικειμένων, καὶ τὸ αὐτὸ ἀμπεχομένων φαιὸν ἢ μέλαν τριβώνιον, ὃ σεμνότης βίου προβάλλεται, κατά γε τὸν ἐμὸν νόμον καὶ λόγον. Καὶ τὸ καλὸν ἄνθος τῶν ὑψηλῶν, τὴν ὠχρότητα, ἢ τὸ τῆς φωνῆς εὔτακτον καὶ ἡσύχιον, ἢ τὸ τοῦ βαδίσματος ἐμβριθές τε καὶ ἥμερον, χθὲς μὲν φιλοσοφίαν, σήμερον δὲ κενοδοξίαν προσηγορεύσαμεν· καὶ τὴν αὐτὴν κατὰ πνευμάτων ἢ νόσων δύναμιν, ποτὲ μὲν τῷ Ἰησοῦ, ποτὲ δὲ τῷ Βεελζεβοὺλ προσ εθήκαμεν, καὶ χρώμεθα τούτων οὐ δικαίᾳ στάθμῃ, τῇ φιλονεικίᾳ καὶ τῷ θυμῷ.

ςʹ. Καὶ ὥσπερ ἡ αὐτὴ γῆ ἕστηκε μὲν τοῖς ἐῤῥω μένοις καὶ οὐ πεπονθόσι, κινεῖται δὲ τοῖς ἰλιγγιῶσι καὶ περιτρεπομένοις, τοῦ τῶν ὁρόντων πάθους ἐπὶ τὸ ὁρώμενον μεταβαίνοντος· εἰ βούλει δὲ, ὥσπερ τὸ αὐτὸ τῶν κιόνων διάστημα, πλεῖον μὲν τοῖς ἐγγυτέρω καὶ προσεχέσιν, ἔλαττον δὲ τοῖς ποῤῥωτέρω φαίνεται, κλεπτομένου τοῦ ἀέρος τῷ διαστήματι, καὶ συναπτούσης τῆς ὄψεως τὰ παχύτερα· οὕτω καὶ ἡμεῖς ῥᾳδίως ἐξαπατώμεθα διὰ τὴν ἔχθραν, καὶ περὶ τῶν αὐτῶν οὐ τὰ αὐτὰ, φίλοι τε ὄντες καὶ μὴ, γινώσκομεν· καὶ χειροτονεῖ ῥᾳδίως ἡμῖν πολ λοὺς μὲν ἁγίους, πολλοὺς δ' ἀθέους παρὰ τὸ εἰκὸς ὁ καιρὸς, μᾶλλον δὲ πάντας ἀθλίους· οὐ μόνον τῷ πρὸς πονηρὸν παράδειγμα βλέπειν ἡμᾶς (ἐπειδὴ πρόχειρον ἡ κακία καὶ δίχα τοῦ ἕλκοντος), ἀλλ' ὅτι καὶ πᾶσι πάντα συγχωροῦμεν ἑτοίμως ὑπὲρ ἑνὸς τοῦ συμμαίνεσθαι. Καὶ πρότερον μὲν οὐδὲ ῥῆμα τῶν περιττῶν τι φθέγγεσθαι τῶν ἀκινδύνων ἦν, νῦν δὲ λοιδορούμεθα καὶ τοῖς εὐσεβεστάτοις· καὶ ποτὲ μὲν οὐδ' ἀναγινώσκειν ἔξω νόμον ἐξῆν, οὐδ' ὁμολογίας ἐπικαλεῖσθαι (τὸ δέ ἐστιν, ὡς ἐμοὶ δοκεῖ, τὴν τοῦ λαοῦ συγκατάθεσιν)· νῦν δὲ καὶ τῶν ἀποῤῥήτων τοῖς βεβήλοις χρώμεθα διαιτηταῖς, ῥιπτοῦντες τὰ ἅγια τοῖς κυσὶ, καὶ βάλλοντες τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Οὐ μόνον δὲ, ἀλλὰ καὶ τὰς ἀκοὰς αὐτῶν ἑστιῶμεν ταῖς κατ' ἀλλήλων ὕβρεσι· καὶ οὐδ' ἐκεῖνο δυνάμεθα συνορᾷν, ὅτι οὐκ ἀσφαλὲς ὅπλον ἐχθρῷ πιστεύειν, οὐδὲ μισοῦντι Χριστιανοὺς κατὰ Χριστιανοῦ λόγον. Ὃ γὰρ σήμερον ὠνειδίσα μεν, αὔριον ὠνειδίσθημεν· καὶ σαίνει τὸ λεγόμενον ὁ ἐχθρὸς, οὐχ ὅτι ἐπαινεῖ, ἀλλ' ὅτι θησαυρίζει πικρῶς, ἵν' ἐν καιρῷ τὸν ἰὸν ἐμέσῃ κατὰ τοῦ πιστεύ σαντος. 35.1140

Ζʹ. Τί ταῦτα πάσχομεν, ὦ οὗτοι, καὶ μέχρι τίνος; Πότε δὲ τῆς μέθης ἐκνήψομεν, ἢ τῶν ὀφθαλμῶν τὴν λήμην περιαιρήσομεν, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἀναβλέψομεν; Ποία σκοτόμαινα ταῦτα; τίς νυ κτομαχία; τίς ζάλη, φίλων καὶ πολεμίων ὄψιν οὐ διακρίνουσα; ∆ιατί γεγόναμεν ὄνειδος τοῖς γείτο σιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύ κλῳ ἡμῶν; Τίς ἡ φιλοτιμία τοῦ κακοῦ; Πόθεν οὕτως ἀθάνατα κάμνομεν; μᾶλλον δὲ οὐδὲ κάμνομεν, ἀλλ' ἐῤῥώμεθα τῷ κακῷ, μαινομένων τὸ πάθος, καὶ ἡδό μεθα δαπανώμενοι. Καὶ οὐδαμοῦ λόγος, οὐ φίλος, οὐ σύμμαχος, οὐκ ἰατρὸς, ἢ φαρμακεύων, ἢ ἐκτέμνων τὸ πάθος· οὐ παραστάτης ἄγγελος, οὐ Θεός· ἀλλὰ πρὸς τοῖς ἄλλοις, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἡμῖν αὐτοῖς ἀπεκλείσαμεν. Ἵνα τί, Κύριε, ἀφέστη κας μακρόθεν; καὶ πῶς ἀποστρέφῃ εἰς τέλος; Καὶ πότε ἐπισκοπὴν ἡμῶν ποιήσῃ; καὶ ποῦ προβή σεται ταῦτα καὶ στήσεται; ∆έδοικα μὴ καπνὸς ᾖ τοῦ προσδοκωμένου πυρὸς τὰ παρόντα, μὴ τούτοις ὁ Ἀν τίχριστος ἐπιστῇ, καὶ καιρὸν λάβῃ τῆς ἑαυτοῦ δυναστείας τὰ ἡμέτερα πταίσματά τε καὶ ἀῤῥωστή ματα. Οὐ γὰρ ὑγιαίνουσι προσβαλεῖ τυχὸν, οὐδὲ τῇ ἀγάπῃ πεπυκνωμένοις· ἀλλὰ δεῖ μερισθῆναι τὴν βασιλείαν ἐφ' ἑαυτὴν, εἶτα πειρασθῆναι καὶ δεθῆναι τὸν ἰσχυρὸν ἐν ἡμῖν λογισμὸν, εἶτα τὰ σκεύη διαρπα γῆναι, καὶ ταῦτα παθεῖν ἡμᾶς, ἃ νῦν ὁρῶμεν τὸν ἐχθρὸν παρὰ Χριστοῦ πάσχοντα.

Ηʹ. ∆ιὰ ταῦτα ἐγὼ κλαίω, φησὶν Ἱερεμίας ἐν Θρή νοις, καὶ ζητῶ τοῖς ὀφθαλμοῖς μου πηγὰς δακρύων ἀρκούσας τῷ πάθει, καὶ καλῶ τὰς σοφὰς, ἵνα τὸν θρῆνον ἐργάσωνται, ἢ συνεργάσωνται· καὶ τὴν κοι λίαν ἀλγῶ, καὶ μαιμάσσω τὰ