1

 2

 3

 4

 5

 6

 7

 8

3

ἔχοντες)· οὕτω καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά. Καὶ μή τις ὑμᾶς ἀπατάτω κενοῖς λόγοις τῶν πάντα συγχωρούν των ἑτοίμως, ὑπὲρ ἑνὸς τοῦ ἀσεβεῖν ἐν τοῖς δόγμασι, καὶ φαῦλον καταβαλλόντων μισθὸν φαύλου πράγμα τος. ∆είξατε οὖν ἐκ τῶν ἔργων τὴν πίστιν, τῆς χώρας ὑμῶν τὸ γόνιμον, εἰ μὴ εἰς κενὸν ἐσπείραμεν, εἰ δράγμα τι ἐν ὑμῖν, τοῦ ποιῆσαι ἄλευρα ἰσχὺν ἔχον, καὶ ἀποθηκῶν ἄξιον, ἵνα καὶ προθυμότερον ὑμᾶς γεωργήσωμεν. Τίς εἰς ἑκατὸν καρποτοκεῖ, τίς εἰς ἑξήκοντα, τίς τὸ τελευταῖον κἂν εἰς τριάκοντα· ἢ τίς ἔμπαλιν ἀπὸ τοῦ τριάκοντα εἰς τὸν ἑξήκοντα προελ θὼν (ἔχομεν γὰρ καὶ ταύτην ἐν τοῖς Εὐαγγελίοις τὴν τάξιν), εἰς τὸν ἑκατὸν ἐτελεύτησεν· ἵνα προβαίνων, ὡς ὁ Ἰσαὰκ, μέγας γένηται, πορευόμενος ἐκ δυνά μεως εἰς δύναμιν, καὶ τὰς ᾠδὰς τῶν Ἀναβαθμῶν ᾄδων, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμενος; 35.1236

ςʹ. Ζητῶ τὸν καρπὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. Ὑμέτερον γὰρ, οὐκ ἐμὸν, τὸ κέρδος· εἰ δὲ καὶ ἡμέτερον, ὅτι ὑμέτερον, ἀντιστρεφούσης τῆς ὠφελείας ἀφ' ὑμῶν εἰς ἡμᾶς, ὥσπερ ἐν ταῖς αὐγαῖς τῶν ἀντανακλάσεων. Εἰ ἐπτωχοτροφήσατε, εἰ ἐξενοδοχήσατε, εἰ ἁγίων πόδας ἐνίψατε, εἰ τρυφῶντες τῇ καταργουμένῃ γαστρὶ (δεδόσθω γὰρ), καὶ διὰ τῶν ἐντολῶν ἐτρυφήσατε; ὡς οὐκ ἔστι ταύτης τρυφή τις ἀμείνων, οὐδὲ μονιμωτέρα τοῖς τρυφᾷν ἐθέλουσιν. Εἴ τινας τῶν λειτουργούντων τῷ θυσιαστηρίῳ, καὶ καλῶς πενομένων (δότε γάρ μοι καὶ τοῦτο εἰπεῖν), εἰς δύναμιν ἀνεπαύσατε, ἵν' ἀπερισπάστως μᾶλ λον τῷ θυσιαστηρίῳ παρεδρεύωσι, καὶ μετα λαμβάνοντες τῶν ὑμετέρων, τὰ παρ' ἑαυτῶν ἀντεισ φέρωσιν; ὡς αἰσχρὸν ταῦτα καὶ ἡμᾶς ἀπαιτεῖν, καὶ μὴ παρέχειν ὑμᾶς. Οὐκ ἐνουθέτησα δὲ ταῦτα, ἵνα οὕτως ἐν ἐμοὶ γένηται (καλὸν γάρ μοι μᾶλλον ἀπο θανεῖν, ἢ κενωθῆναί μου τὸ καύχημα, καὶ ἄμισθόν μοι γενέσθαι τὸ Εὐαγγέλιον ἐνταῦθα καρπωσαμένῳ. Τὸ μὲν γὰρ εὐαγγελίσασθαι, τῆς ἀνάγκης· ἡ φιλοτιμία δὲ, τὸ ἀδάπανον)· ἀλλ' ἵν' ὑμεῖς μάθητε Χριστὸν εὖ ποιεῖν, διὰ τοῦ καὶ τῶν μικρῶν τινα εὖ ποιεῖν. Ἐπειδὴ, ὡς πάντα ὅσα ἐγὼ, πλὴν ἁμαρτίας, ἐγένετο δι' ἐμέ· οὕτω καὶ τὰ ἐλάχιστα τῶν ἐμῶν εἰς ἑαυτὸν ἀναδέχεται· κἂν στέγης μεταδῷς, κἂν ἐνδύματος, κἂν ἐν φυλακῇ ἐπισκέψῃ, κἂν ἀῤῥω στοῦντα ἴδῃς· τὸ φαυλότατον, κἂν ποτηρίῳ ψυχροῦ μόνῳ καταψύξῃς γλῶσσαν πιεζομένου, ὥσπερ ἐδεῖτο Λαζάρου τοῦ πένητος ὁ κάμνων ἐν τῇ φλογὶ πλούσιος, καί τι τῆς ἐνταῦθα τρυφῆς ἀντιλαβὼν, καὶ τοῦ περιορᾷν Λάζαρον πεινῶντα καὶ ἡλκωμέ νον, τὸ ἐκεῖθεν δεῖσθαι Λαζάρου, καὶ μὴ τυγ χάνειν.

Ζʹ. Ἃ μὲν οὖν ὑμᾶς ἀπαιτοῦμεν, ταῦτά ἐστι· καὶ οἶδ', ὅτι οὐκ αἰσχύνεσθε, οὔτε παρ' ἡμῶν ἀπαιτούμενοι λόγον, οὔτε παρὰ τῆς τελευταίας ἡμέρας, εἰς ἣν πάντα συνάγεται τὰ ἡμέτερα, κατὰ 35.1237 τὸ εἰρημένον· Κἀγὼ ἔρχομαι τὰ βουλεύματα καὶ τὰς πράξεις ὑμῶν συναγαγεῖν· καὶ, Ἰδοὺ ἄν θρωπος, καὶ τὸ ἔργον αὐτοῦ, καὶ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ. Τὰ δὲ ἡμέτερα, καὶ ἃ παρὰ τῆς ἐρημίας ὑμῖν κομίζομεν. Ἐπειδὴ καὶ Ἡλίας ἡδέως ἐνεφιλοσόφει τῷ Καρμήλῳ, καὶ Ἰωάννης τῇ ἐρήμῳ, καὶ Ἰησοῦς αὐτὸς, τὰς μὲν πράξεις τοῖς ὄχλοις, τὰς εὐχὰς δὲ τῇ σχολῇ καὶ ταῖς ἐρημίαις, ὡς τὰ πολλὰ, προσένεμεν. Τί νομοθετῶν; Ὡς οἶμαι, τὸ χρῆναί τι καὶ ἡσυχάζειν, ὥστε ἀθολώτως προσομι λεῖν τῷ Θεῷ, καὶ μικρὸν ἐπανάγειν τὸν νοῦν ἀπὸ τῶν πλανωμένων. Οὐ γὰρ αὐτὸς ἐδεῖτο ἀναχωρήσεως (οὐδὲ γὰρ εἶχεν εἰς ὅ τι συσταλῇ, Θεὸς ὢν, καὶ πάντα πληρῶν), ἀλλ' ἵν' ἡμεῖς μάθωμεν καὶ πράξεως και ρὸν, καὶ ἀσχολίας ὑψηλοτέρας. Τίνα οὖν τὰ τῆς ἐμῆς ἐρημίας; Βούλομαι γὰρ, ὡς ἀγαθὸς ἔμπο ρος καὶ πανταχόθεν κερδαίνων, κἀντεῦθέν τι προσ ενεγκεῖν ὑμῖν ἀγώγιμον.

Ηʹ. Ἐβάδιζον οὕτω κατ' ἐμαυτὸν, ἤδη κλινούσης ἡμέρας. Ἀκτὴ δὲ ἦν ὁ περίπατος· καὶ γάρ πως εἴωθα τοὺς πόνους ἀεὶ ταῖς τοιαύταις διαλύειν ἀνέσεσιν· ἐπεὶ μηδὲ νευρὰ φέρει τὸ σύντονον ἀεὶ τεινομένη, καὶ δεῖταί τι μικρὸν τῶν γλυφίδων ἐκλύεσθαι, εἰ μέλλοι ταθήσεσθαι πάλιν, καὶ μὴ ἄχρηστος ἔσεσθαι τῷ τοξότῃ, μηδὲ ἀνόνητος ἐν καιρῷ χρήσεως. Ἐβά διζον οὖν, καὶ οἱ μὲν πόδες ἐφέροντο, ἡ δὲ ὄψις