1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

3

ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγων τὸν ἄνθρωπον, καὶ θέμενος αὐτὸν ἐν παραδείσῳ τρυφῆς. Ἀπάτῃ δὲ τοῦ 36.705 ἐχθροῦ καὶ παρακοῇ τῆς σῆς ἐντολῆς παραπεσόντα, ἀνακαινίσαι βουλόμενος καὶ πρὸς τὸ ἀρχαῖον ἀναγα γεῖν ἀξίωμα, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὐ πα τριάρχης, οὐ προφήτης τὴν ἡμῶν ἐνεχείρησας σωτη ρίαν· ἀλλ' αὐτὸς ἀτρέπτως σὰρξ γενόμενος, καὶ ἐνηνθρώπησας, κατὰ πάντα ὁμοιώθης ἡμῖν, ἐκτὸς μόνης τῆς ἁμαρτίας· μεσίτης ἡμῶν γενόμενος, καὶ τοῦ Πατρὸς, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὴν χρονίαν ἔχθραν καθελὼν, τὰ ἐπίγεια τοῖς ἐπου ρανίοις συνῆψας, καὶ τὰ ἀμφότερα εἰς ἓν συνήγαγες καὶ τὴν ἔνσαρκον ἐπλήρωσας οἰκονομίαν. Καὶ μέλλων σωματικῶς ἐλαύνειν εἰς τοὺς οὐρανοὺς, θεϊ κῶς τὰ πάντα πληρῶν, τοῖς ἁγίοις σου μαθηταῖς, καὶ ἀποστόλοις ἔλεγες· Εἰρήνην ἀφίημι ὑμῖν· εἰ ρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Ταύτην καὶ νῦν εἰρήνην ἡμῖν δώρησαι, ∆έσποτα· χάρισαι παντὸς ἀποκάθαρον μολύσματος, παντὸς δόλου καὶ πάσης κακίας, καὶ πανουργίας, καὶ τῆς θανατηφόρου μνησικακίας, καὶ καταξίωσον ἡμᾶς ἀσπάσασθαι ἀλλήλους ἐν φιλήματι ἁγίῳ, εἰς τὸ μετασχεῖν ἀκα τακρίτως τῆς ἀθανάτου καὶ ἐπουρανίου σου δω ρεᾶς· χάριτι τῆς εὐδοκίας τοῦ Πατρὸς, καὶ ἐνερ γείᾳ τοῦ ἁγίου Πνεύματος. Σὺ γὰρ εἶ ὁ χορηγὸς καὶ δοτὴρ πάντων τῶν ἀγαθῶν, καὶ σοὶ τὴν δό ξαν, τὴν ἀΐδιον δοξολογίαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ σου Πνεύματι, νῦν καὶ ἀεί. Εὐχὴ ἄλλη τοῦ ἀσπασμοῦ. Χριστὲ ὁ Θεὸς ἡμῶν, ἡ φοβερὰ καὶ ἀπερινόητος δύναμις τοῦ Θεοῦ καὶ Πατρός· ὁ τοῦ φλογίνου θρό νου τῶν χερουβὶμ ὑπερκαθήμενος καὶ ὑπὸ πυρίνων δυνάμεων δορυφορούμενος, καὶ πῦρ καταναλίσκον ὑπάρχων ὡς Θεός· καὶ διὰ τὴν σὴν ἄφατον συγκα τάβασιν καὶ φιλανθρωπίαν μὴ φλέξας τῷ προσεγ γισμῷ τὸν δολερὸν προδότην, ἀλλὰ φιλικὸν αὐτὸν ἀσπασάμενος, ἕλκων αὐτὸν εἰς μετάνοιαν καὶ ἐπί γνωσιν τοῦ ἰδίου τολμήματος. Καταξίωσον ἡμᾶς, ∆έσποτα, ἐπὶ τῆς φρικτῆς ταύτης ὥρας, ἐν ὁμονοίᾳ καὶ δίχα παντὸς ἐν δύο θυμοῦ, καὶ λειψάνου κακίας ἀπολαβεῖν ἀλλήλους ἐν ἁγίῳ φιλήματι. Καὶ μὴ κα τακρίνῃς ἡμᾶς ὑπὲρ μὴ ὁλοτελῶς, καὶ καθὼς ἀρέσαι τῇ σῇ ἀγαθότητι, καθαρεύωμεν ἀπὸ πάσης τρυγὸς ἁμαρτίας καὶ πονηρίας καὶ τῆς θανατηφόρου μνη σικακίας· ἀλλ' αὐτὸς τῇ σῇ ἀφάτῳ, καὶ ἀνεκδιηγήτῳ εὐσπλαγχνίᾳ εἰδὼς τὸ πλάσμα ἡμῶν τὸ ἀσθενὲς, καὶ κάτω βρίθον, ἐξάλειψον πᾶσαν κηλίδα παραπτωμάτων ἡμῶν, ἵνα μὴ εἰς κρῖμα, ἢ εἰς κατάκριμα ἡμῖν γένηται τὸ θεῖον τοῦτο μυστήριον. Σὺ γὰρ εἶ ὁ δυνάμενος πᾶ σαν ἀφίειν ἁμαρτίαν, καὶ ὑπερβαίνειν ἀδικίας καὶ ἀνομίας τῶν ταλαιπώρων ἀνθρώπων, καθαρισμὸς τοῦ κόσμου παντὸς ὑπάρχων, καὶ σοὶ πρέπει ἡ παρὰ παντὸς συμφώνως δοξολογία, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ ἀχράντῳ σου Πατρὶ, καὶ τῷ ζωοποιῷ σου Πνεύματι νῦν, κ. λ. Καὶ γίνεται ἀσπασμός.

Ὁ διάκονος λέγει· Στῶμεν καλῶς. Ὁ λαὸς λέγει· Ἔλεος εἰρήνης. Ὁ ἱερεὺς ἐκφωνήσει· Ἡ ἀγάπη τοῦ Θεοῦ Πατρὸς, καὶ ἡ χάρις τοῦ μο 36.708

νογενοῦς Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ ἡ κοινωνία, καὶ ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος, εἴη μετὰ πάντων ὑμῶν.

Ὁ λαὸς λέγει. Καὶ μετὰ τοῦ πνεύματός σου. Ὁ ἱερεὺς λέγει. Ἄνω σχῶμεν τὰς καρδίας. Ὁ λαὸς λέγει. Ἔχομεν πρὸς τὸν Κύριον. Ὁ ἱερεὺς λέγει. Εὐχαριστήσωμεν τῷ Κυρίῳ. Ὁ λαὸς λέγει. Ἄξιον καὶ δίκαιον. Ὁ ἱερεὺς λέγει. Ἄξιον καὶ δίκαιον, ἄξιον καὶ δίκαιον. Ἀρχὴ τῆς προσκομιδῆσ

Ἀληθῶς γὰρ ἄξιόν ἐστιν, καὶ δίκαιόν σε αἰνεῖν, σὲ εὐλογεῖν, σὲ προσκυνεῖν, σὲ δοξάζειν τὸν μόνον ἀληθινὸν Θεὸν, τὸν φιλάνθρωπον, τὸν ἄφραστον, τὸν ἀόρατον, τὸν ἀχώρητον, τὸν ἄναρχον, τὸν αἰώνιον, τὸν ἄχρονον, τὸν ἀμέτρητον, τὸν