1

 2

 3

3

Πάντα γὰρ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. καὶ μυρίας ἄλλας ἐκ τῶν γραφῶν ἔστιν ἀποδείξεις εὑρεῖν, ὅτι πάντα τὰ ὑψηλὰ καὶ θεοπρεπῆ ὀνόματα, ὅσα τῷ πατρὶ καὶ τῷ υἱῷ παρὰ τῆς γραφῆς ἐφαρμόζεται, ταῦτα καὶ περὶ τὸ ἅγιον θεωρεῖται πνεῦμα· ἡ ἀφθαρσία, ἡ μακαριότης, τὸ ἀγαθόν, τὸ σοφόν, τὸ δυνατόν, τὸ δίκαιον, ἡ ἁγιότης· πᾶν τίμιον ὄνομα οὕτως λέγεται ἐπὶ τοῦ ἁγίου πνεύματος, ὡς καὶ ἐπὶ τοῦ πατρὸς καὶ ἐπὶ τοῦ υἱοῦ λέγεται, πλὴν τούτων δι' ὧν αἱ ὑποστάσεις τρανῶς τε καὶ ἀσυγχύτως ἀπ' ἀλλήλων διαχωρίζονται, λέγω δὴ ὅτι οὔτε πατὴρ λέγεται τὸ πνεῦμα τὸ ἅγιον οὔτε υἱός· τὰ δὲ ἄλλα ὅσα ὁ πατὴρ καὶ ὁ υἱὸς ὀνομάζεται, ταῦτα καὶ τῷ ἁγίῳ πνεύματι παρὰ τῆς γραφῆς ἐφαρμόζεται. διὰ τοῦτο οὖν καταλαμβάνομεν ὅτι ἄνω τῆς κτίσεώς ἐστι τὸ πνεῦμα τὸ ἅγιον. οὐκοῦν ὅπου ὁ πατὴρ καὶ ὅπου ὁ υἱὸς νοεῖται, ἐκεῖ νοεῖται καὶ τὸ πνεῦμα τὸ ἅγιον· ἄνω γὰρ τῆς 3,1.67 κτίσεως καὶ ὁ πατὴρ καὶ ὁ υἱός, ὅπερ καὶ τῷ ἁγίῳ πνεύματι ἀκολουθία τοῦ λόγου προσεμαρτύρησεν. ὁ τοίνυν ὑπερτιθεὶς τῆς κτίσεως τὸ πνεῦμα τὸ ἅγιον ἀκολούθως τὸν ὀρθόν τε καὶ ὑγιῆ παρεδέξατο λόγον· μίαν γὰρ ὁμολογήσει τὴν ἄκτιστον φύσιν, τὴν ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ θεωρουμένην. Ἐπεὶ δὲ εἰς ἀπόδειξιν, ὡς οἴονται, τοῦ κτιστὸν εἶναι τὸ πνεῦμα τὸ ἅγιον τὴν τοῦ προφήτου φωνὴν ἡμῖν προφέρουσι τὴν λέγουσαν ὅτι Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, τοῦτο προσήκει νοῆσαι, ὅτι ἄλλο κτίζεσθαι πνεῦμα ἐν τῇ στερεότητι τῆς βροντῆς ὁ προφήτης λέγει καὶ οὐχὶ τὸ ἅγιον πνεῦμα· βροντὴν γὰρ ὁ μυστικὸς λόγος τὸ εὐαγγέλιον ὀνομάζει. ἐν οἷς οὖν γίνεται βεβαία καὶ ἀμετάθετος ἡ εἰς τὸ εὐαγγέλιον πίστις, οὗτοι διὰ τῆς πίστεως μεταβαίνουσιν ἀπὸ τοῦ εἶναι σάρκες εἰς τὸ γίνεσθαι πνεῦμα, καθὼς λέγει ὁ κύριος ὅτι Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, τὸ δὲ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. θεὸς οὖν ἐστιν ὁ διὰ τοῦ στερροποιεῖν τὴν εὐαγγελικὴν βροντὴν τοῖς πιστεύουσι πνεῦμα ποιῶν τὸν πιστεύοντα, ὁ δὲ ἐκ τοῦ πνεύματος γεννηθεὶς καὶ πνεῦμα διὰ τῆς τοιαύτης βροντῆς γενόμενος ἀπαγγέλλει τὸν Χριστὸν καθὼς ὁ ἀπόστολος λέγει ὅτι Οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν Χριστόν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.