3
ἀναίσχυντος δανειστὴς κάμνει, ἵνα διπλασιάσῃ τὸ κεφάλαιον, ὁ θεὸς δὲ αὐθαιρέτως τῷ μὴ θλίβοντι τὸν ἀδελφὸν τὸ ἑκατοντα πλάσιον δίδωσι. πείσθητι οὖν τῷ θεῷ συμβουλεύοντι καὶ λήψῃ τόκους ἀναμαρτήτους. ἵνα τί μετὰ ἁμαρτίας μερίμναις σαυτὸν ἐκτήκεις τὰς ἡμέρας ἀριθμῶν, τοὺς μῆνας ψηφίζων, τὸ κεφάλαιον ἐννοῶν, τὰς προσθήκας ὀνειροπολῶν, φοβού μενος τὴν προθεσμίαν, μὴ ἄκαρπος παραγένηται ὡς θέρος χαλαζωθέν; περιεργάζεται ὁ δανειστὴς τοῦ χρεώστου τὰς πράξεις, τὰς ἐκδημίας, τὰ κινήματα, τὰς μεταβάσεις, τὰς ἐμπορίας. κἂν φήμη τις παραγένηται σκυθρωπή, ὅτι λῃσταῖς ὁ δεῖνα περιέπεσεν ἢ ἔκ τινος περιστάσεως εἰς πενίαν αὐτῷ 9.200 μετεβλήθη ἡ εὐπορία, κάθηται τὼ χεῖρε συνδήσας, στένει συνεχῶς, ὑποδακρύει πολλά, ἀνελίττει τὸ χειρόγραφον, θρηνεῖ ἐν τοῖς γράμμασι τὸν χρυσὸν προκομίζων τὸ συμβό λαιον ὡς ἱμάτιον υἱοῦ τελευτήσαντος· ἀπ' ἐκείνου θερμότερον ἐγείρει τὸ πάθος. ἂν δὲ καὶ ναυτικὸν ᾖ τὸ δάνεισμα, τοῖς αἰγιαλοῖς προσκάθηται, τὰς κινήσεις μεριμνᾷ τῶν ἀνέμων, συνεχῶς διερωτᾷ τοὺς καταίροντας, μή που ναυάγιον ἠκούσθη, μή που πλέοντες ἐκινδύνευσαν· παχνοῦται τὴν ψυχήν, ὅταν ἀγριαίνουσαν ἴδῃ τὴν θάλασσαν, ὀνείρατα βλέπει, φαντασιοῦται τὴν ψυχὴν ἐκ τῶν λειψάνων τῆς μεθημερινῆς φροντίδος. πρὸς δὴ τὸν τοιοῦτον λεκτέον· παῦσαι, ἄνθρωπε, μερίμνης ἐπικινδύνου, ἀνάπαυσαι ἀπ' ἐλπίδος τηκούσης, μὴ τόκους ζητῶν σαυτῷ τὸ κεφάλαιον διαφθείρῃς. παρὰ πένητος ζητεῖς προσόδους καὶ προσθήκας πλούτου παραπλήσιον ποιῶν, ὡς εἴ τις ἀπὸ χώρας αὐχμῷ θερμοτάτῳ ξηραν θείσης λαβεῖν θελήσειε σίτου θημωνιάς, ἢ πλῆθος βοτρύων ἐξ ἀμπέλου μετὰ νέφος χαλαζηφόρον, ἢ τέκνων τόκον ἀπὸ στείρας γαστρός, ἢ γάλακτος τροφὴν ἐξ ἀτόκων γυναικῶν. οὐδεὶς ἐγχειρεῖ τοῖς παρὰ φύσιν καὶ ἀδυνάτοις, ἐπεὶ πρὸς τῷ μηδὲν κατορθοῦν προσοφλισκάνει γέλωτα. μόνος ὁ θεὸς παντοδύναμος, ὃς ἐκ τῶν ἀπόρων εὑρίσκει τοὺς πορισμοὺς καὶ τὰ παρ' ἐλπίδα καὶ προσδοκίαν δημιουργεῖ, νῦν μὲν κελεύων πέτρας πηγὴν ἀπορρεῖν, αὖθις δὲ βρέχων ἐξ οὐρανοῦ ἄρτον ἀσυνήθη καὶ ξένον, καὶ πάλιν γλυκαίνων τὴν πικρὰν Μερρὰν ἐπαφῇ ξύλου, καὶ τῆς στείρας Ἐλισάβετ εὔτοκον ποιῶν τὴν γαστέρα καὶ διδοὺς τῇ Ἅννᾳ τὸν Σαμουὴλ καὶ τῇ Μαρίᾳ τὸν ἐν παρθενίᾳ πρωτότοκον. ταῦτα μόνης τῆς παντοδυνάμου χειρὸς ἔργα.
Σὺ δὲ χαλκοῦ καὶ χρυσοῦ, τῶν ἀγόνων ὑλῶν, μὴ ζήτει τόκον μηδὲ βιάζου πενίαν τὰ τῶν πλουτούντων ποιεῖν μηδὲ 9.201 διδόναι πλεονασμοὺς τὸν τὸ κεφάλαιον προσαιτοῦντα. ἢ γὰρ οὐκ οἶδας, ὡς δάνους χρεία εὐπρόσωπός ἐστιν ἐλέου αἴτησις; διὸ καὶ ὁ νόμος, τὸ εἰσαγωγικὸν τῆς εὐσεβείας γράμμα, πανταχοῦ ἀπαγορεύει τὸν τόκον· Ἐὰν δανείσῃς ἀργύριον τῷ ἀδελφῷ σου, οὐκ ἔσῃ αὐτὸν κατεπείγων. καὶ ἡ χάρις τῇ πηγῇ τῆς ἀγαθότητος πλεονάζουσα τῶν ὀφλημάτων νομοθετεῖ τὴν συγχώρησιν, ὅπου μὲν χρηστευομένη καὶ λέγουσα· Καὶ εἰ δανείζετε, παρ' ὧν ἐλπίζετε ἀπολαβεῖν· καὶ ἀλλαχοῦ ἐν παραβολῇ τὸν σκληρὸν οἰκέτην πικρῶς κολάζουσα, ὃς τῷ ὁμοδούλῳ προσκυνοῦντι οὐκ ἐπεκλάσθη οὐδὲ ἀφῆκεν ἑκατὸν δηναρίων εὐτελὲς χρέος αὐτὸς τῶν μυρίων ταλάντων λαβὼν τὴν συγχώρησιν. ὁ δὲ σωτὴρ ἡμῶν καὶ τῆς εὐσεβείας διδάσκαλος εὐχῆς κανόνα καὶ τύπον ἀπέριττον τοῖς μαθηταῖς εἰσηγούμενος, ἓν καὶ τοῦτο τοῖς τῆς ἱκεσίας λόγοις ἐνέθηκεν ὡς μάλιστα δεῖν καὶ πρῶτον ἀρκοῦν δυσωπῆσαι θεόν· Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν. πῶς οὖν προσεύξῃ, ὁ τοκογλύφος; μετὰ ποίου συνειδότος αἴτημα ἀγαθὸν ζητήσεις παρὰ θεοῦ ὁ πάντα λαμβάνων καὶ μὴ μαθὼν τὸ διδόναι; ἢ οὐκ οἶδας, ὅτι ἡ προσευχή σου ὑπόμνησις μισανθρωπίας ἐστίν; τί συνεχώρησας καὶ συγγνώμην αἰτεῖς; τίνα ἠλέησας καὶ καλεῖς τὸν ἐλεήμονα; ἂν δὲ καὶ δῷς ἐλεημοσύνην ποτέ, πόθεν δίδως; οὐκ ἀπὸ τῆς πικρᾶς σου καὶ μισανθρώπου φορολογίας; οὐκ ἀπὸ συμφορῶν ἀλλοτρίων δακρύων γέμοντα καὶ στεναγμῶν; εἰ ἐγνώριζεν ὁ πένης, πόθεν ὀρέγεις τὴν ἐλεημοσύνην, οὐκ ἂν ἐδέξατο ὡς ἀδελφικῶν σαρκῶν γεύεσθαι μέλλων καὶ αἵματος τῶν οἰκείων, εἶπε δ' ἂν πρός σε λόγον