1

 2

 3

 4

 5

 6

3

διδοὺς καὶ πληρώσεις τῶν ἀγαθῶν δραγμά των τὴν οἰκίαν. Ἀλλ' ἐρεῖς· πένης κἀγώ. ἔστω· δεδόσθω. δὸς ὃ ἔχεις· οὐ γὰρ τὰ ὑπὲρ δύναμιν ζητεῖ ὁ θεός. σὺ ἄρτον, ἕτερος ποτήριον οἴνου, ἄλλος ἱμάτιον, καὶ οὕτως ἐκ συνεισφορᾶς ἡ τοῦ ἑνὸς λύεται συμφορά. οὐδὲ Μωϋσῆς τὴν δαπάνην τῆς σκηνῆς παρ' ἑνὸς ἔλαβε λειτουργοῦ, ἀλλὰ τοῦ δήμου παντός. ὁ μὲν γὰρ πλουτῶν χρυσὸν ἤνεγκεν ἐκείνῳ, ἄλλος ἄργυρον, ὁ πένης δέρματα, ὁ τούτου πενέστερος τρίχας. ὁρᾷς ὡς καὶ ὁ τῆς χήρας κοδράντης ὑπερέβαλε τῶν πλουσίων τὰ ἀναθήματα; ἡ μὲν γὰρ ὃ εἶχεν ὅλον ἐκένωσε, τῶν δὲ ὀλίγον ἐξέπεσεν. Μὴ καταφρονήσῃς τῶν κειμένων ὡς οὐδενὸς ἀξίων. λόγισαι τίνες εἰσὶ καὶ εὑρήσεις αὐτῶν τὸ ἀξίωμα· τοῦ σωτῆρος ἡμῶν τὸ πρόσωπον ἐνεδύσαντο. ὁ γὰρ φιλάνθρωπος 9.99 ἔχρησεν αὐτοῖς τὸ ἴδιον πρόσωπον, ἵνα δι' ἐκείνου δυσωπῶσι τοὺς ἀσυμπαθεῖς καὶ μισοπτώχους, ὥσπερ οἱ τὰς βασιλικὰς εἰκόνας κατὰ τῶν βιαζομένων αὐτοὺς προβαλλόμενοι, ἵν' ἐκ τῆς μορφῆς τοῦ κρατοῦντος τὸν καταφρονητὴν δυσωπήσωσιν. οὗτοί εἰσιν οἱ ταμίαι τῶν προσδοκωμένων ἀγαθῶν, οἱ θυρωροὶ τῆς βασιλείας, οἱ ὑπανοίγοντες τὰς θύρας τοῖς χρηστοῖς καὶ κλείοντες τοῖς δυσκόλοις καὶ μισανθρώποις· οὗτοι καὶ κατήγοροι σφοδροὶ καὶ συνήγοροι ἀγαθοί· συνηγοροῦσι δὲ καὶ κατηγοροῦσιν, οὐ λέγοντες, ἀλλ' ὁρώμενοι παρὰ τοῦ κριτοῦ. τὸ γὰρ περὶ αὐτοὺς γενόμενον ἔργον παρὰ τῷ καρδιογνώστῃ βοᾷ παντὸς κήρυκος εὐσημότερον.

∆ιὰ τούτους ἡμῖν καὶ τὸ φοβερὸν ἀνεγράφη διὰ τῶν εὐαγγε λίων τοῦ Θεοῦ δικαστήριον, οὗ πολλάκις ἠκούσατε. εἶδον γὰρ ἐκεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐξ οὐρανῶν καὶ τὸν ἀέρα ὡς γῆν πεζεύοντα καὶ ταῖς πολλαῖς μυριάσι τῶν ἀγγέλων δορυφορούμενον· ἔπειτα θρόνον δόξης ἀνυψούμενον καὶ ἐπ' αὐτὸν τὸν βασιλέα προκαθήμενον, καὶ πᾶν φῦλον ἀνθρώπων, ὅσον παρῆλθεν εἰς γένεσιν καὶ ἡλίῳ κατελάμφθη καὶ τούτου τοῦ ἀέρος ἀνέσπασεν, ἐν δύο μέρεσιν ἀποκεκρι μένον καὶ προσεστηκὸς τῷ κριτηρίῳ τὸ πλῆθος. ἐκαλοῦντο δὲ οἱ μὲν ἀρνειοί, ὅσοι ἐκ δεξιῶν· ἐρίφους δὲ τοὺς ἐπὶ θάτερον ἤκουσα, ἐκ τῆς ὁμοιότητος τῶν τρόπων ἐφ' ἑαυτοὺς τὰς προσηγορίας ἑλκύσαντας. καὶ διαλέξεις ἐκεῖ τοῦ δικαστοῦ 9.100 πρὸς τοὺς κρινομένους καὶ ἀποκρίσεις τῶν εὐθυνομένων πρὸς τὸν βασιλέα. ἀπεκληροῦτο δὲ ἑκάστοις τὰ πρόσφορα· τοῖς μὲν τὸν ἄριστον βεβιωκόσι βίον βασιλείας ἀπόλαυσις, τοῖς δὲ μισανθρώποις καὶ πονηροῖς τιμωρία πυρὸς καὶ αὕτη διαιωνίζουσα. Ἐγράφη δὲ τὰ πάντα ἐπιμελῶς καὶ ἀκριβὲς ἡμῖν τὸ δικαστήριον ἀνεζωγραφήθη παρὰ τοῦ λόγου, οὐκ ἄλλου του χάριν ἢ τοῦ μαθεῖν εὐποιίας χρηστότητα. αὕτη γάρ ἐστιν ἡ τὸν βίον συνέχουσα, μήτηρ τῶν πενομένων, διδάσκαλος τῶν πλουσίων, ἀγαθὴ κουροτρόφος, πρεσβυτέρων γηρωκόμος, ταμιεῖον τῶν δεομένων, κοινὸς τῶν ἀτυχούντων λιμήν, πάσαις ἡλικίαις καὶ συμφοραῖς τὴν ἀφ' ἑαυτῆς μερίζουσα πρόνοιαν. ὡς γὰρ οἱ ἀγωνοθέται τῆς ματαιότητος ὑπὸ σάλ πιγγι τὴν ἑαυτῶν φιλοτιμίαν σημαίνοντες πᾶσι τοῖς τῆς παλαίστρας τὴν τοῦ πλούτου διανομὴν ἐπαγγέλλονται, οὕτως ἡ εὐποιία ἅπαντας πρὸς ἑαυτὴν καλεῖ τοὺς ἐν δυσκολίαις καὶ περιστάσεσιν, οὐ πληγῶν τιμὰς τοῖς προσιοῦσιν, ἀλλὰ συμφορῶν θεραπείας μερίζουσα. ἔστι δὲ αὕτη πάσης ἐπαινου μένης πράξεως ὑψηλοτέρα, θεοῦ πάρεδρος, τοῦ ἀγαθοῦ φίλη καὶ πολλὴν πρὸς αὐτὸν τὴν οἰκείωσιν ἔχουσα. οὕτω τοι πρὸ πάντων τὰς ἀγαθὰς καὶ φιλανθρώπους πράξεις αὐτὸς ὁ θεὸς ἡμῖν αὐτουργῶν ἀναφαίνεται· τὴν γὰρ κτίσιν τῆς γῆς καὶ τὴν τοῦ οὐρανοῦ διακόσμησιν καὶ τὴν εὔτακτον ἐναλλαγὴν τῶν ὡρῶν καὶ ἡλίου θερμότητα καὶ κρυστάλλου γένεσιν ψύχουσαν καὶ πάντα τὰ καθ' ἕκαστον οὐκ αὐτὸς ἑαυτῷ ὁ 9.101 θεός (ἀπροσδεὴς γὰρ τῶν τοιούτων ἐκεῖνος), ἀλλ' ὑπὲρ ἡμῶν διηνεκῶς ἐνεργεῖ, γεωργὸς ἀόρατος τῆς τῶν ἀνθρώπων τροφῆς, σπορεὺς εὔκαιρος καὶ ὀχετηγὸς ἐπιστήμων. οὗτος γὰρ δίδωσι κατὰ τὸν Ἠσαΐαν σπέρμα τῷ σπείροντι, καὶ τὸ ὕδωρ ἐκ νεφελῶν νῦν μὲν ἠρεμαῖον ἐπιρραίνει τῇ γῇ, πάλιν δὲ λάβρον καταχεῖ τῶν αὐλάκων. ὅταν δὲ αὐξηθῇ τὰ λήια