1

 2

 3

 4

 5

3

Χριστιανοῦ προσηγορίαν ἐσχήκαμεν, οὕτω προσή κει κατὰ τὸ ἀκόλουθον καὶ πάντων ἡμᾶς τῶν ὑψηλῶν ὀνομάτων τὴν κοινωνίαν ἐφέλκεσθαι. καὶ καθάπερ ἐπὶ ἁλύσεως ὁ τὴν κατὰ τὸ ἄκρον ἀγκύλην ἐπισπασάμενος τὰς συμφυῶς ἐχομένας ἀλλήλων διὰ τῆς μιᾶς ἂν ἐφελκύσαιτο, οὕτως ἐπειδὴ τῷ τοῦ Χριστοῦ ὀνόματι συμφυῶς ἔχει καὶ τὰ λοιπὰ τῶν ἑρμηνευτικῶν τῆς ἀφράστου καὶ πολυει δοῦς ἐκείνης μακαριότητος, ἐπάναγκες ἂν εἴη τὸν τοῦ ἑνὸς δραξάμενον καὶ τὰ λοιπὰ τῷ ἑνὶ συνεφέλκεσθαι. Εἰ τοίνυν τὸ μὲν ὄνομά τις τοῦ Χριστοῦ ὑπο δύοιτο, ὅσα δὲ τῷ ὀνόματι τούτῳ συνθεωρεῖται μὴ δει κνύοι τῷ βίῳ, καταψεύδεται τοῦ ὀνόματος ὁ τοιοῦτος κατὰ τὸ προτεθὲν ἡμῖν ὑπόδειγμα προσωπεῖον ἄψυχον 8,1.136 ἀνθρωπίνῳ χαρακτῆρι μεμορφωμένον περιθεὶς τῷ πιθήκῳ. οὔτε γὰρ τὸν Χριστὸν ἔστι μὴ δικαιοσύνην εἶναι καὶ καθαρότητα καὶ ἀλήθειαν καὶ κακοῦ παντὸς ἀλλοτρίωσιν, οὔτε Χριστιανὸν ἔστιν εἶναι (τόν γε ἀληθῶς Χριστιανόν) μὴ κἀκείνων τῶν ὀνομάτων τὴν κοινωνίαν ἐν ἑαυτῷ δει κνύοντα. οὐκοῦν ὡς ἄν τις ὅρῳ τοῦ χριστιανισμοῦ τὴν διάνοιαν ἑρμηνεύσειεν, οὕτως ἐροῦμεν, ὅτι χριστιανισμός ἐστι τῆς θείας φύσεως μίμησις. καὶ μηδεὶς ὡς ὑπέρογκον καὶ ὑπερβαίνοντα τὴν τῆς φύσεως ἡμῶν ταπεινότητα διαβαλλέτω τὸν λόγον· οὐ γὰρ ἐξέβη τὴν φύσιν ὁ ὅρος. εἰ γάρ τις τὴν πρώτην κατάστασιν τοῦ ἀνθρώπου λογίσαιτο, εὑρήσει διὰ τῶν γραφικῶν διδαγμάτων, ὅτι οὐκ ἐξῆλθε τὰ μέτρα τῆς φύσεως ἡμῶν ὁ ὅρος. ἥ τε γὰρ πρώτη τοῦ ἀνθρώπου κατασκευὴ κατὰ μίμησιν τῆς τοῦ θεοῦ ὁμοιό τητος ἦν, οὕτω τοῦ Μωϋσέως περὶ τοῦ ἀνθρώπου φιλοσο φήσαντος, ἐν οἷς φησιν ὅτι Ἐποίησεν ὁ θεὸς τὸν ἄνθρω πον· κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, καὶ ἡ τοῦ χριστια νισμοῦ ἐπαγγελία ἐστὶ τὸ εἰς τὴν ἀρχαίαν εὐκληρίαν ἐπαναχθῆναι τὸν ἄνθρωπον.

Εἰ δὲ τὸ ἀρχαῖον θεοῦ ὁμοίωμα ὁ ἄνθρωπος ἦν, τάχα οὐκ ἔξω τοῦ σκοποῦ τὸν ὁρισμὸν πεποιήμεθα μίμησιν θείας φύσεως τὸν χριστιανισμὸν εἶναι ἀποφηνάμενοι. ἡ μὲν οὖν ὑπόσχεσις τῆς προσηγορίας οὕτω μεγάλη. καιρὸς δ' ἂν εἴη διασκοπῆσαι, εἰ τὸ μὴ οὕτως ἔχειν κατὰ 8,1.137 τὸν βίον ἀκίνδυνόν ἐστι τῷ προβαλλομένῳ τὸ ὄνομα. γένοιτο δ' ἂν ἐξ ὑποδειγμάτων σαφὲς τὸ ζητούμενον· ὑποκείσθω τις γραφικὴν ἐπαγγελλόμενος τέχνην, γενέσθω δὲ τούτῳ πρόσταγμα τοῦ κρατοῦντος τοῖς πόρρωθεν ἀπῳκισμένοις χαράξαι τὴν τῆς βασιλείας μορφήν. εἰ τοίνυν εἰδεχθές τι καὶ δύσμορφον εἶδος ἐπὶ τοῦ πίνακος διαχαρά ξας εἰκόνα βασιλέως τὴν ἀσχήμονα ταύτην γραφὴν ὀνομά σειεν, ἆρ' οὐκ εἰκὸς ἀγανακτῆσαι τὴν ἐξουσίαν, ὡς τοῦ ἀρχετύπου κάλλους διὰ τῆς κακῆς ἐκείνης γραφῆς ἐν τοῖς ἀγνοοῦσιν ὑβριζομένου; οἷον γὰρ ἐπὶ τῆς εἰκόνος τὸ εἶδος δείκνυται, τοιαύτην ἀνάγκη καὶ τὴν ἀρχέτυπον νομισθῆναι μορφήν. εἰ οὖν θεοῦ μίμησιν τὸν χριστιανισμὸν ὁ ὅρος φησὶν, ὁ μήπω δεξάμενος τοῦ μυστηρίου τὸν λόγον, οἷον ἂν ἐν ἡμῖν ἴδῃ τὸν βίον τὸν κατὰ μίμησιν θεοῦ κατορ θοῦσθαι πεπιστευμένον, τοιοῦτον ἡμῶν καὶ τὸ θεῖον οἰήσεται. ὥστε εἰ μὲν παντὸς ἀγαθοῦ ὑποδείγματα βλέποι, ἀγαθὸν τὸ θεῖον εἶναι πιστεύσει τὸ παρ' ἡμῶν σεβαζόμενον· εἰ δέ τις ἐμ παθὴς εἴη καὶ θηριώδης, ἄλλοτε πρὸς ἄλλα πάθη μεταμορφού μενος καὶ πολλὰς ὑποδυόμενος θηρίων ἐν τῷ ἤθει μορφὰς (θηρία γὰρ ἄντικρυς ἔστιν ἰδεῖν ταῖς τῆς φύσεως ἡμῶν παρατροπαῖς ἐμμορφούμενα), ἔπειτα Χριστιανὸν ἑαυτὸν ὁ τοιοῦτος ὀνομάζοι, φανεροῦ πᾶσιν ὄντος, ὅτι ἡ ὑπόσχεσις τοῦ ὀνόματος μίμησιν θεοῦ ἐπαγγέλλεται, ψεκτὸν ἐν τῷ ἰδίῳ βίῳ τὸ πεπιστευμένον παρ' ἡμῶν θεῖον ἐν τοῖς ἀπί στοις ποιήσει. διὸ καὶ ἀπειλήν τινα φοβερωτέραν ἡ γραφὴ τοῖς τοιούτοις ἐπαγγέλλεται λέγουσα· Οὐαὶ δι' οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. καί μοι δοκεῖ πρὸς ταύτην μάλιστα τὴν διάνοιαν ὁδηγῶν ἡμᾶς ὁ κύριος τοῦτο 8,1.138 πρὸς τοὺς ἀκοῦσαι δυναμένους εἰπεῖν ὅτι Γίνεσθε τέλειοι, ὡς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. ὁ γὰρ πατέρα τῶν πεπιστευκότων τὸν ἀληθινὸν ὀνομάσας πατέρα βούλεται πρὸς τὴν ἐν ἐκείνῳ θεωρουμένην τῶν ἀγαθῶν τελειότητα καὶ τοὺς δι' αὐτοῦ