3
εἰ τῇ γείτονι θαλάττῃ τὰ πανταχόθεν πρὸς τὸ δοκοῦν κατ' ἐξουσίαν εἰσάγεται. 46.900 Ἀλλ' οὐδὲ τῶν προγόνων αὐτοῦ, τῶν προκαθηγησα μένων τῆς κατὰ σάρκα γενέσεως, μνήμην ἐπὶ τοῦ λόγου ποιήσομαι, πλοῦτον καὶ φιλοτιμίας καὶ τὰς κοσμικὰς περιφανείας αὐτῶν διηγούμενος. Τί γὰρ ταῦτα συντελέσειε πρὸς ἔπαινον, τάφοι, καὶ στῆλαι, καὶ ἐπιγράμματα, καὶ τὰ νεκρὰ διηγήματα πρὸς τὸν τοῦ κόσμου παντὸς ἑαυτὸν ὑπεράραντα; ἄλλως δὲ οὔτε δυνατόν ἐστιν εἰς κοινωνίαν τῆς εὐφημίας ἐκεί νους ἄγειν, ὧν τὴν συγγένειαν οὗτος τῆς κατὰ ψυχὴν ἀγχιστείας ἠρνήσατο; Οἱ μὲν γὰρ ἐν τῇ πλάνῃ τῶν εἰδώλων ἐματαιώθησαν· ὁ δὲ, πρὸς τὴν ἀλήθειαν ἀνα βλέψας, τῇ ἄνω συγγενείᾳ διὰ τῆς πίστεως ἑαυτὸν εἰσεποίησεν. Ἀλλ' ὅπως μὲν, ἢ ἀπὸ τίνων ἐγένετο, ἢ τίνα τὸ κατ' ἀρχὰς ᾤκησε πόλιν, ὡς οὐδὲν ἡμῖν συντελοῦντα πρὸς τὴν προκειμένην σπουδὴν, παραλείπομεν· ἀρ χὴν δὲ ταύτην τῆς εὐφημίας ληψόμεθα, ἣν ἐκεῖνος τοῦ κατ' ἀρετὴν βίου πεποίηται.
Ἐπειδὴ γὰρ ἐν κομιδῇ νέῳ τῷ σώματι τῆς φυσικῆς κηδεμονίας ἔρη μος ἦν, τῶν γονέων τετελευτηκότων τὸν βίον, ὅτε ἀτελὴς ὑφ' ἡλικίας οὖσα τοῖς πολλοῖς ἡ διάνοια τῆς τοῦ καλοῦ κρίσεως ἁμαρτάνει, ἔδειξεν εὐθὺς παρὰ τὴν πρώτην, οἷος ἐν τῷ τελείῳ τῆς ἡλικίας γενή σεται. Καὶ καθάπερ τὰ εὐγενῆ τῶν βλαστημάτων, ὅταν ἐκ πρώτης αὐξήσεως εἰς εὐθυγενεῖς ἀναδράμῃ τοὺς ὅρπηκας, προδείκνυσι τοῖς γηπόνοις διὰ τῆς παρούσης ὥρας τὸ εἰς ὕστερον κάλλος· τὸν αὐτὸν τρόπον κἀκεῖνος, ὅτε τοῖς ἄλλοις ὑπ' ἀγνοίας περισφαλής ἐστιν ἡ ψυχὴ, πρὸς τὰ μάταιά τε καὶ ἀνόνητα κατολισθαινούσης προχείρως ὡς τὰ πολλὰ τῆς νεότη τος· τότε διὰ τῆς πρώτης τοῦ βίου αἱρέσεως, ἔδειξεν ἐφ' ἑαυτοῦ τὸν ∆αβὶδ ἀληθεύοντα, ὅτι ∆ίκαιος ὡς φοῖνιξ ἐξανθήσει. Μόνον γὰρ δὴ τοῦτο τῶν δένδρων τελείῳ τῷ πάχει τῆς κορυφῆς ἀπὸ τῆς γῆς ἀναφύε· καὶ τῆς κατὰ τὸ μῆκος ἐπιδιδούσης αὐξήσεως, οὐδεμίαν ἐπὶ τὸ πλάτος προσθήκην ἀπὸ τοῦ χρόνου δέχεται. Οὕτω κἀκεῖνος ἀπὸ τῆς πρώτης ἤνθησε βλάστης, εὐθὺς τῇ αἱρέσει τοῦ βίου τέλειος ἀνασχὼν καὶ ὑψίκομος. Πάντων γὰρ ἀποστὰς, περὶ ἃ τὸ νέον τῆς ἡλικίας ἐπτόηται, ἱππικῆς, κυνηγεσίων, καλ λωπισμάτων, ἐνδυμάτων, κυβείας, τρυφῆς· εὐθὺς ὅλος τῆς τῶν ἀρετῶν κτήσεως ἦν, τὸ πρόσφορον ἀεὶ τῆς παρούσης αὐτῷ ἡλικίας καθεξῆς προαιρούμενος. Γί νεται δὲ αὐτῷ πρώτη τῆς κτήσεως τῶν ἀρετῶν, ἡ περὶ τὴν σοφίαν σπουδή. Ταύτῃ δὲ συνείπετο καθά περ τις πῶλος συνεζευγμένη ἡ σωφροσύνη· πρὸς ἀμφότερα δὲ σύμμαχος ἦν ἡ ἐγκράτεια· τὸ δὲ ἄτυ φον αὐτῷ καὶ ἀόργητον, τῇ τῶν χρημάτων ὑπεροψίᾳ συγκατωρθώθη. Οὐ γὰρ ἔστιν ἄλλη τύφου τε καὶ ὑπερηφανίας γένεσις, μὴ τῆς πλεονεξίας ἑαυτῇ τὰ τοιαῦτα πάθη συνεισαγούσης. Καθάπερ δὲ τὸν πα 46.901 τριάρχην Ἀβραὰμ ὁ λόγος κατέχει, τῆς Χαλδαϊκῆς φιλοσοφίας ἐν ἐπιστήμῃ γενόμενον, καὶ τὴν ἐναρμό νιόν τε καὶ τεταγμένην τῶν ἄστρων κατανοήσαντα θέσιν καὶ κίνησιν, ὑποβάθρᾳ χρήσασθαι τῇ περὶ ταῦτα γνώσει πρὸς τὴν τοῦ ὑπερκειμένου ἀγαθοῦ θεω ρίαν, λογισάμενον, ὡς εἰ τὰ τῇ αἰσθήσει ληπτὰ τοιαῦτα, τί ἂν εἴη τὰ ὑπὲρ αἴσθησιν; καὶ οὕτως τοῦ ζητου μένου τυχεῖν, οἷον ἐπιβάντα τῆς ἕξω σοφίας, καὶ γενόμενον δι' αὐτῆς ὑψηλότερον, ὥστε προσεγγίσαι τρόπον τινὰ δι' αὐτῆς τοῖς ἀλήπτοις· οὕτω καὶ ὁ Μέγας οὗτος, τῇ ἔξω φιλοσοφίᾳ δι' ἐπιμελείας καθ ομιλήσας, δι' ὧν ὁ Ἑλληνισμὸς τοῖς πολλοῖς βεβαιοῦται, διὰ τούτων ὡδηγήθη πρὸς τὴν τοῦ Χριστιανισμοῦ κατανόησιν, καὶ καταλιπὼν τὴν πεπλανημένην τῶν πατέρων θρησκείαν, ἐζήτει τὴν τῶν ὄντων ἀλήθειαν, ἐξ αὐτῶν τῶν πεπονημένων τοῖς ἔξωθεν διδαχθεὶς τὸ τῶν Ἑλληνικῶν δογμάτων ἀσύστατον. Ἐπειδὴ γὰρ εἶδεν πρὸς διαφόρους ὑπολήψεις ἐν ταῖς περὶ τοῦ Θείου δόξαις σχιζομένην τὴν Ἑλληνικὴν καὶ τὴν βάρβαρον ὁμοίως φιλοσοφίαν, καὶ τοὺς τῶν δογμάτων προεστη κότας, οὔτε πρὸς ἀλλήλους συμβαίνοντας, καὶ τὸ καθ' ἑαυτὸν ἕκαστον κρατύνειν τῇ περινοίᾳ τῶν λόγων φιλονεικοῦντας· τούτους μὲν ὥσπερ ἐν ἐμφυλίῳ πο λέμῳ, ὑπ' ἀλλήλων ἀνατρεπομένους κατέλιπεν· κατα λαμβάνει δὲ τὸν ἑστῶτα λόγον τῆς πίστεως, τὸν οὐ