1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

3

καὶ ὑπερη φανίαν τινὰ κατὰ τῶν ἐξαγορασθέντων οὐκ ἐπεδείξατο, ὁ νεκροὺς εἰς ζωὴν ἀνακαλούμενος, ὁ πᾶσαν ἐξιώμενος ἀρρω στίαν καὶ ψυχῶν καὶ σωμάτων.

1.19 Ἐπεὶ οὖν ὁ καθ' ἡμῶν τῦφος καὶ ὁ τῆς ὑπερηφανίας ὄγκος μικροῦ δεῖν τῷ οὐρανίῳ ὕψει στενοχωρούμενος ἦν, ὕλην δέ τινα καὶ ἀφορμὴν πρὸς τὴν νόσον οὐδεμίαν ἑώ ρων, ὅθεν συγγνωστὸν γίνεται τὸ τοιοῦτον πάθος ἐπὶ τῶν ἐκ περιστάσεώς τινος ταύτην ἀναλαμβανόντων τὴν νόσον, ὅταν ἢ γένος ἢ παίδευσις ἢ ἀξιώματος ὑπεροχὴ τὰ χαυνό τερα ἤθη διαφυσήσῃ, οὐκ εἶχον ὅπως ἐμαυτὸν ἀτρεμεῖν νουθετήσω, διοιδούσης μοι πρὸς τὴν ἀλογίαν τῶν γινομένων ἔνδοθεν τῆς καρδίας καὶ τοὺς ὑπὲρ τῆς ὑπομονῆς λογισμοὺς 1.20 διαπτυούσης. ὅτε καὶ μάλιστα τὸν θεῖον ἠγάσθην ἀπόστολον οὕτως ἐναργῶς τὸν ἐμφύλιον ἡμῖν διαγράφοντα πόλεμον, λέγοντα εἶναί τινα ἐν τοῖς μέλεσι νόμον ἁμαρτίας τὸν ἀντι στρατευόμενον τῷ νόμῳ τοῦ νοὸς καὶ ποιοῦντα πολλάκις ἑαυτῷ τὸν νοῦν αἰχμάλωτόν τε καὶ ὑποχείριον, ταύτην ἐν ἐμαυτῷ βλέπων τῶν δύο λογισμῶν τὴν ἐξ ἐναντίου παρά ταξιν, τοῦ τε χαλεπαίνοντος πρὸς τὴν ἐξ ὑπερηφανίας ὕβριν 1.21 καὶ τοῦ τὸ διοιδοῦν καταστέλλοντος. ἐπεὶ δὲ κατὰ θεοῦ χάριν ἐπεκράτησεν ἡ κρείττων ῥοπή, τότε πρὸς αὐτὸν εἶπον ἐγώ· "1Μὴ ἄρα τί σοι τῶν περὶ τὴν θεραπείαν τοῦ σώ ματος σπουδαζομένων τῇ παρουσίᾳ μου βλάπτεται, καὶ 1.22 ὑπεξελθεῖν ἐστιν εὔκαιρον;"2 τοῦ δὲ εἰπόντος μὴ χρῄζειν τοῦ θεραπευθῆναι τὸ σῶμα, εἶπόν τινας λόγους πρὸς αὐτὸν θεραπευτικούς, ὡς οἷόν τε ἦν· κἀκείνου δι' ὀλίγων τὸ ἐπὶ πολλοῖς ἀδικήμασιν τὴν καθ' ἡμῶν ἔχειν λύπην ἐνδει ξαμένου, ταῦτα πρὸς αὐτὸν ἀπεκρινάμην ἐγώ, ὅτι "Ἐν ἀνθρώποις πολλὴν ἔχει δύναμιν πρὸς ἀπάτην τὸ ψεῦδος, τὸ δὲ θεῖον κριτήριον τὸν ἐξ ἀπάτης παραλογισμὸν οὐ προσδέχεται. ἐμοὶ δὲ τοσοῦτον πέποιθεν ἐν τοῖς πρὸς σὲ πράγμασιν ἡ συνείδησις, ὡς εὔχεσθαι τῶν μὲν ἄλλων ἁμαρ τιῶν γενέσθαι μοι τὴν συγχώρησιν, εἰ δέ τι κατά σου πέ πρακταί μοι, τοῦτο μεῖναι εἰς τὸ διηνεκὲς ἀσυγχώρητον"2. 1.23 σχετλιάσας δὲ τῷ λόγῳ, οὐκέτι προστεθῆναι τὰς ἀποδείξεις τοῖς εἰρημένοις ἐδέξατο. 1.24 Ὥρα ἦν πλείων ἢ κατὰ τὴν ἕκτην, καὶ τὸ λουτρὸν εὐ τρεπὲς καὶ ἐν παρασκευῇ ἡ ἑστίασις καὶ σάββατον ἡ ἡμέρα καὶ μαρτύρων τιμή· καὶ πάλιν ὁ μαθητὴς τοῦ εὐαγγελίου πῶς μιμεῖται τὸν τοῦ εὐαγγελίου δεσπότην; ὁ μὲν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίων καὶ πίνων ἀπελογεῖτο τοῖς ὀνειδίζουσιν ὡς κατὰ φιλανθρωπίαν τοῦτο ποιῶν, ὁ δὲ 1.25 ἄγος κρίνει καὶ μίασμα τὴν ἐπὶ τραπέζης κοινωνίαν. μετὰ τὸν κόπον ἐκεῖνον ὃν ἐκ τῆς ὁδοιπορίας ὑπέστημεν, μετὰ τὸ θάλπος τὸ τοσοῦτον ἐν ᾧ ὑπαίθριοι ταῖς θύραις αὐτοῦ προσκαθήμενοι κατεφρύγημεν, μετὰ τὴν σκυθρωπὴν ἐκεί νην κατήφειαν ἣν ἐν ὀφθαλμοῖς αὐτοῦ γεγονότες ἀνέτλη μεν, ἀποπέμπεται ἡμᾶς πάλιν ἐπὶ τὸ αὐτὸ διάστημα διὰ τῆς αὐτῆς ὁδοῦ ταλαιπωροῦντας ἐν ἐκλελοιπότι ἤδη καὶ καταπεπονημένῳ τῷ σώματι· ὥστε μόλις ἡμᾶς περὶ δείλην ὀψίαν, πολλὰ διὰ μέσου κακοπαθήσαντας, καταλαβεῖν τὴν συνοδίαν· καὶ γάρ τι καὶ νέφος ἐκ λαίλαπος κατὰ τὸ ἀθρόον ἐν τῷ ἀέρι γενόμενον αὐτῶν τῶν μυελῶν ἡμῶν λάβρῳ τῷ ὄμβρῳ καθίκετο· ἀπαράσκευοι γὰρ ἦμεν διὰ τὸ ὑπερ 1.26 βάλλον θάλπος ὡς πρὸς ὑετοῦ φυλακήν. πλὴν ἀλλὰ κατὰ θεοῦ χάριν, ὡς οἱ ἀπὸ κλύδωνος ἢ ναυαγίου περισωθέν τες, ἄσμενοι τὴν συνοδίαν ἡμῶν κατελάβομεν, καὶ ἀνα παυσάμενοι τὴν νύκτα μετὰ ἀλλήλων, ζῶντες μέχρι τῶν ἡμετέρων διεσώθημεν τόπων, τοῦτο προσλαβόντες ἐκ τῆς συντυχίας, ὅτι πάντων τῶν πρότερον γεγονότων ἡ ἔναγχος γενομένη καθ' ἡμῶν ὕβρις τὴν μνήμην ἀνενεώσατο.

1.27 Καί τι ἀναγκαζόμεθα λοιπὸν καὶ ὑπὲρ ἡμῶν βουλεύ σασθαι, μᾶλλον δὲ ὑπὲρ αὐτοῦ ἐκείνου· τὸ γὰρ μὴ ἀνα κοπῆναι αὐτοῦ τὴν προαίρεσιν ἐν τοῖς πρότερον γεγενη μένοις, εἰς ταύτην αὐτὸν ἤγαγε τὴν τύφουσαν ἀμετρίαν· οὐκοῦν ὡς ἂν κἀκεῖνος ἑαυτοῦ γένοιτο κρείττων, τάχα τι προσήκει καὶ παρ' ἡμῶν γενέσθαι, ὡς ἂν μάθοι ἄνθρωπος ὢν καὶ οὐδεμίαν κατὰ τῶν ὁμοφρόνων τε καὶ ὁμοτίμων 1.28 ὕβρεως καὶ ἀτιμίας τὴν αὐθεντίαν ἔχων. ἰδοὺ γὰρ ἀληθὲς εἶναι δεδόσθω (λέγω δὲ