1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

3

δεσμὰ οἷς ὑποδημάτων δίκην κατὰ τὸν χρόνον ἐκεῖνον ἅπας ὁ λαὸς ἐνεδέδετο· πάντα τὰ τοιαῦτα τῷ τε κηρύγματι τῆς μετανοίας ἐκλύων, καὶ τῷ περιρραντηρίῳ ὕδατι κατὰ τὸν Ἰορδάνην ἐκπλύνων, ἐν οὐδενὶ τὸ ἔλαττον τῶν ἐν ἀρετῇ προωδευκότων ἐν τοῖς κατὰ Θεὸν ἐπεδείξατο.

7 Τί δὲ μετὰ τοῦτον ὁ Παῦλος πρὸς τὸ ἀκρότατον τῆς κατὰ Θεὸν προκοπῆς ἀναδραμεῖν ἐκωλύθη δευτερεύων τῷ χρόνῳ; οὐκ εὐθὺς ἐραστὴς τοῦ θείου κάλλους ἐγένετο τοῦ τοῖς ὀφθαλμοῖς ἐναστράψαντος, ὁμοῦ τῷ τὰς λεπίδας ἀπο βαλεῖν τῶν ὀμμάτων αἳ σύμβολον ἦσαν τοῦ περικαρδίου κα λύμματος, ὃ περικείμενον τῷ διορατικῷ τῶν Ἰουδαίων ψυχῶν τυφλώττειν αὐτοὺς παρασκευάζει πρὸς τὴν ἀλήθειαν; οὐκ ἐπειδὴ τῷ μυστικῷ λουτρῷ τὸν τῆς ἀγνοίας τε καὶ ἀπάτης ῥύπον ἐναπέθετο, εὐθὺς πρὸς τὸ θειότερον μετεσκευάσθη τὴν φύσιν, καὶ οἷον ἐκδὺς τὴν παχεῖαν ταύτην καὶ σαρκώδη περιβολὴν αὐτοῖς τοῖς οὐρανίοις ἀδύτοις ἐπεχωρίαζεν, οὐδὲν βαρούμενος τῷ ἐφολκίῳ τοῦ σώματος, καὶ ἐντὸς ἐγένετο τῆς θείας τοῦ παραδείσου φυτείας, ἐκεῖ τὴν ἄρρητον μυσταγωγίαν παρὰ τῆς ἀληθείας τελειούμενος, κἀκεῖθεν λαμβάνων τοῦ λόγου τὴν δύναμιν εἰς ὑπακοὴν τῆς πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν; ὅθεν μικροῦ δεῖν τῆς οἰκουμένης πάσης πατὴρ γίνεται, διὰ τῶν πνευματικῶν ὠδίνων εἰς φῶς ἐνάγων τοὺς δι' αὐτοῦ μορφου μένους κατὰ Χριστὸν εἰς εὐσέβειαν.

8 Εἰ τοίνυν ἐπὶ τῶν ἄλλων ἁγίων ἡ κατὰ τὸν χρόνον τάξις οὐδὲν τῆς κατὰ Θεὸν προκοπῆς ἠλάττωσεν, ὁμοτίμως ἑκάστῳ τῆς χάριτος πρὸς τὴν τελειότητα συνεργούσης, εἰκότως τολμῶμεν καὶ τὸν ἐν τῇ καθ' ἡμᾶς γενεᾷ τοῦ Θεοῦ ἄνθρωπον, τὸ μέγα σκεῦος τῆς ἀληθείας, βασίλειον, τοῖς ὀνομαστοῖς ἐκεί νοις ἁγίοις ἐναρίθμιον εἶναι λέγειν, οὐδὲν τῆς χρονικῆς ἀκολουθίας, οὔτε τὴν ὑψηλὴν ἐκείνου πρὸς τὸν Θεὸν ἐπιθυμίαν, οὔτε τὴν θείαν χάριν πρὸς τὴν τῆς ψυχῆς τελείωσιν ἐμποδιζούσης· ὡς ἂν μὴ τῆς θείας οἰκονομίας ὁ σκοπός τι παραβλαβείη, ἤ τι παρὰ τὴν τοῦ χρόνου αἰτίαν ἐλαττωθείη τῆς παρ' αὐτοῦ συνεισφερομένης συμμαχίας πρὸς τὸ μυστήριον. πάντως δὲ οὐδεὶς ἀγνοεῖ τὸν σκοπὸν τῆς κατὰ τὸν χρόνον τοῦτον τοῦ διδασκάλου ἡμῶν ἀναδείξεως.

9 Ἐπειδὴ γὰρ ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία τῷ 9 κηρύγματι τοῦ Χριστοῦ κατεσβέσθη καὶ πάντα ἦν ἐν ἐρειπίοις ἤδη καὶ ἀφανισμῷ τὰ τῶν ματαίων σεβάσματα, διὰ πάσης σχεδὸν τῆς οἰκουμένης τοῦ κηρύγματος τῆς εὐσεβείας φοιτήσαντος, ὥστε τὸν ἐπικρατοῦντα τῆς ἀνθρωπίνης ἀπάτης πανταχό θεν ἐξείργεσθαι τῷ τοῦ Χριστοῦ ὀνόματι τῆς οἰκουμένης ἐξελαυνόμενον· σοφὸς δὲ εἰς κακίαν ὢν ὁ τῆς κακίας εὑρετὴς οὐκ ἠπόρησεν πονηρᾶς ἐπινοίας, ὥστε πάλιν ὑποχείριον ποιῆσαι δι' ἀπάτης ἑαυτῷ τὸ ἀνθρώπινον· ἀλλ' ἐν προσχήματι Χριστιανισμοῦ τὴν εἰδωλολατρείαν κατὰ τὸ λεληθὸς ἐπανήγαγεν, πείσας τοῖς ἰδίοις σοφίσμασι τοὺς πρὸς αὐτὸν ὁρῶντας μὴ ἀποστῆναι τῆς κτίσεως, ἀλλὰ ταύτην προσκυνεῖν καὶ ταύτην σέβεσθαι, καὶ Θεὸν τὸ ποίημα οἴεσθαι τῇ τοῦ Υἱοῦ κλήσει ὀνομαζόμενον. εἰ δὲ ἐκ μὴ ὄντων ἐστὶν ἡ κτίσις καὶ τῆς θείας οὐσίας κατὰ τὴν ἰδίαν ἠλλοτρίωται φύσιν, μηδένα ποιεῖσθαι τούτου λόγον, ἀλλὰ τὸ τοῦ Χριστοῦ ὄνομα ἐπιθέν τας τῇ κτίσει ταύτην προσκυνεῖν, ταύτῃ λατρεύειν, ἐν ταύτῃ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, παρὰ ταύτης ἀναμένειν τὴν κρίσιν.

10 Καὶ ὅλος ἐμπεσὼν ὁ ἀποστάτης ἀνθρώποις πᾶσαν αὐ τοῦ τὴν κακίαν ἱκανοῖς χωρῆσαι, Ἀρείῳ τε λέγω καὶ Ἀετίῳ, Εὐνομίῳ Εὐδοξίῳ, καὶ πρὸς τούτοις καὶ πολλοῖς ἄλλοις, δι' ὧν ἐκλείπουσαν ἤδη τὴν εἰδωλολατρείαν πάλιν, καθὼς εἴρηται, τῷ ὀνόμα τι τοῦ Χριστιανισμοῦ ἐπανήγαγεν, καὶ κατεκράτει τῶν ἀνθρώπων ἡ νόσος τῶν τῇ κτίσει λατρευόντων παρὰ τὸν κτίσαντα· ὡς καὶ τῇ συμμαχίᾳ τῶν τότε βασιλέων τὴν ἀπάτην κρατύ νεσθαι καὶ πάσας τὰς ὑπερεχούσας ἀρχὰς τῆς τοιαύτης ὑπερμάχεσθαι νόσου. καὶ πάντων μικροῦ δεῖν ἀνθρώπων πρὸς τὸ ἐπικρατοῦν