1

 2

 3

 4

3

μετὰ τῆς ἀμιάντου ὁ ἁγιάζων τὰ σύμπαντα, μετὰ τῆς ὡραίας ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἵνα σώσῃ ὃν κατεικόνα ἐποίησεν ἄνθρωπον, οὗ θείας πίστεως καὶ χάριτος εὐφραινόμεθα καὶ φωτὶ τρισηλίῳ καταυγαζόμεθα. Ῥόδα καὶ κρίνα καὶ εὐωδίας νοητῆς μυρίσματα· τὸ ἄφραστον ἡμῶν ἔαρ Χριστὸς παραγέγονε, ὁ τερπνὸς καὶ περικαλλὴς τῶν ἐκκλησιῶν παράδεισος ἐκ τῶν θείων ἀρωμάτων καὶ οὐρανίων χαρισμάτων τὸ τῆς ψυχῆς ἡμῶν τριμερὲς ἐπλήρωσεν. Καρδίᾳ τοίνυν καθαρᾷ προσέλθωμεν καὶ εὑρήσωμεν τὴν χρυσαυγοῦσαν καὶ καρποὺς ἀθανασίας ἐπ' αὐτῇ ἀρωματίζοντας. Ἐκ γὰρ τῆς ἀφθόρου Μαρίας ἐβλάστησεν ἡμῖν τὸ ἀείζωον δένδρον τῆς χάριτος, σοφίας γὰρ πνευματικῆς κατὰ πάντα ἐπεπλήρωτο ἡ μακαρία ἐκ πασῶν τῶν γενεῶν .... Ἐν μόνῃ τῇ ἀχράντῳ ἀειπαρθένῳ Μαρίᾳ τὸ φυτὸν τῆς ζωῆς ἡμῖν ἤνθησεν, αὕτη γὰρ μόνη ἁγνὴ ψυχῇ καὶ σώματι γέγονε καὶ θαρσαλέῳ φρονήματι τὸν ἄγγελον προσδιελέγετο· "Πόθεν ὁ ἀσπασμὸς οὗτος; καὶ πῶς ἔσται μοι τοῦτο μαθεῖν ἐθέλῳ· πῶς ἡ μεγαλοπρεπὲς ἐξουσία ὁμοιοπαθεὶς γίνεται τῇ ἡμετέρᾳ πτωχείᾳ; πῶς ὁ ἔχων τῆς δυνάμεως οὐρανῶν τὴν ἐξουσίαν ἀναλαμβάνει εἰκόνα τῆς ἡμετέρας εὐτελείας καὶ ὁ προαιώνιον ὑπάρχων θεὸς μέλλει παιδίον γίνεσθαι καὶ σαρκοῦσθαι ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον;". Καὶ ὁ ἄγγελος πρὸς αὐτὴν λέγει· "Ναὶ ταῦτα οὕτως εὐδόκησεν, ἵνα σώσῃ τὸ πλάσμα τὸ ἴδιον". Τοιοῦτον μυστήριον ἡ ἁγία παρθένος ἐζήτει τὸ ἀκατάληπτον καὶ τῶν θείων μυστηρίων δοχεῖον γέγονε, τοῦ ἁγίου πνεύματος ἐπισκιάσαντος. Καὶ προσελήφθη ἡ ἀλήθεια τοῦ σώματος καὶ ἡ σοφία ᾠκοδόμησεν οἶκον· ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τοῦτ' ἔστιν ἐν αὐτῷ τῷ σώματι ὅπερ ἔλαβεν ἐξ ἀνθρώπου καὶ πνεῦμα ψυχῆς λογικῆς ἐψύχωσεν. Καὶ ὁ ἀναλλοίωτος θεὸς τὴν τοῦ δούλου μορφὴν ἀνεδέξατο, ἵνα τοῖς μὲν ἀπίστοις νομισθῇ ὡς ἄνθρωπος, τοῖς δὲ πιστοῖς φανερωθῇ ὡς θεός· υἱὸς γὰρ θεοῦ καὶ θεὸς προαιώνων ὑπάρχων, υἱὸς γυναικὸς ἁγίας κατηξίωσεν γενέσθαι καὶ ἀόρατος ὁρᾶται καὶ ὁ πλούσιος δι' ἡμᾶς πτωχεύει καὶ ὁ ἀπαθὴς καὶ ἀθάνατος πάσχει ὡς ἄνθρωπος. Ἡνώθη σώματι καὶ οὐκ ἠλλοιώθη πνεύματι· εἰς θνητὸν σῶμα κεχώρηκεν ὁ ἀχώρητος, ἵνα αὐτῷ ποιήσῃ ἀθάνατον συνεξαθανατήσας αὐτὸν τῇ θεότητι. Φῶς ἦλθεν ἐν κόσμῳ Χριστὸς ὁ θεὸς ἡμῶν, φωτίζων τὰ πάντα φωτὶ ἀεννάῳ, φωνῆς πατρὸς ἀοράτου μαρτυρούσης· "Οὗτος ὁ υἱός μου καὶ λόγος πρὸ τῶν αἰώνων ὑπάρχει".

Ἡ δὲ Μαρία τῷ μὲν λόγῳ ἐτειχίζετο τοῦ ἀγγέλου, τὸν δὲ τόκον τοῦ δεσπότου διελογίζετο εἰς ἀνισότερα λογισμῶν ἀνδρωπίνων περιτυγχάνουσα· ποτὲ μὲν εἰς τὸ ὕψος τῆς θεότητος ἀναγομένη, ποτὲ δὲ τὸ ταπεινὸν τῆς ἀνθρωπότητος ἐνθυμουμένη. Καὶ οὗτος τῆς διανοητικῆς πλάστιγγος ἐφ' ἑκατέρων φερομένης, τότε τῆς ἡκριβομένης τοῦ θεοῦ ῥοπῆς ἠξιοῦται. Ὁ γὰρ τὸ καθαρὸν τῆς παρθενίας ἐργαστήριον φυλάξας ἀβλαβές, καὶ τὸ τῆς καρδίας διακριτικὸν πεποίηκεν ἀκλινές. Χαρᾶς οὖν ἡ ἁγία ἔσωθεν ἐπληροῦτο, διὰ τὸν ἐξ αὐτῆς σάρκα ἀναλαβόντα. Χάρις ἡμῖν ἦλθεν Χριστὸς ὁ τοῦ θεοῦ υἱός, ὁ ἐκ τῆς παρθένου Μαρίας ἀφράστως τεχθείς· χάριτι ἡμᾶς σώζει ὁ κτίσας τὰ σύμπαντα. Χορεύει πᾶσα ἡ κτίσις Χριστοῦ ἐν κόσμῳ τεχθέντος καὶ ἡμεῖς οὖν ἔτι ὄντες ἐν σώματι τῷ θεῷ ἀγγελικαῖς ὑμνῳδίαις ἐξευμενίζειν σπουδάσομεν, ἐρευνημένῳ τύπῳ τὴν τῶν θείων δογμάτων ἀλήθειαν πιστῶς ἐν τῇ διανοίᾳ κατασπείρωμεν. Ὑπάρχει γὰρ τὸ μυστήριον ἀκατάληπτον καὶ ἀόρατον, ἀναλλοίωτον καὶ ἀπερίγραπτον· σιωπῇ προσκυνούμενον καὶ τῷ νῷ καταπληττόμενον. Καὶ γὰρ ἡ ἁγία τὸν τρόπον ἐθαύμαζε πῶς τοῦ φωτὸς τὸ ἀπαύγασμα γυναικὸς γέννημα γίνεται· τὸν θησαυρὸν τῆς ζωῆς περιεπτύσσετο καὶ τὸν ἀσπασμὸν τοῦ ἀγγέλου διελογίζετο, ἕως ἐτελεσφόρησε τὸν καρπὸν τῆς σωτηρίας. Ὧδε λοιπὸν τὰ καλλίμορφα ἄνθη τῆς τοῦ Χριστοῦ διδασκαλίας τοὺς καρποὺς τῆς εὐλογίας προσφέρουσιν· ὧδε πᾶσα ἁγνεία καὶ εὐωδία τὸ τῆς προσευχῆς θυμίαμα, καθαρᾷ συνειδήσει θεῷ προσκομίζει· ὧδε παρθενία καὶ σοφροσύνη