3
ἐγγεγραμμέναι πνεύματι θεοῦ ζῶντος, οὐ μέλανι· οὐδὲν γὰρ τῇ καθαρότητι τῆς 9.448 καρδίας ζοφῶδες καὶ μέλαν ἐνεκέκαυτο νόημα· ἐν ἐκείνῃ ἡ ῥάβδος τῆς ἱερωσύνης ἡ ἐν ταῖς χερσὶ ταῖς ἐκείνου βλαστήσασα. καὶ εἴ τι ἄλλο τὴν κιβωτὸν ἔχειν ἀκούομεν, πάντα τῇ ψυχῇ τοῦ ἀνδρὸς περιείληπτο. Ἀλλ' ἀντ' ἐκείνων τί; σιωπάτω ὁ λόγος. σινδόνες καθαραὶ καὶ τὰ ἐκ σηρῶν ὑφάσματα, μύρων καὶ ἀρωμάτων δαψίλεια, γυναικὸς φιλοτιμία κοσμίας τε καὶ εὐσχήμονος· εἰρήσεται γάρ, ὡς ἂν καὶ ταῦτα γένοιτο εἰς μαρτυρίαν αὐτῇ, ὃ περὶ τὸν ἱερέα ἐποίησεν δαψιλῶς τὴν ἀλάβαστρον τοῦ μύρου τῆς τοῦ ἱερέως κεφαλῆς καταχέασα. ἀλλὰ τὸ ἐν τούτοις διασῳζόμενον, τί; ὀστέα νεκρὰ καὶ πρὸ τοῦ θανάτου προμεμελετηκότα τὴν νέκρωσιν, τὰ λυπηρὰ τῶν συμφορῶν ἡμῶν μνημόσυνα.
ὢ οἵα φωνὴ πάλιν ἐν Ῥαμὰ ἀκουσθήσεται· Ῥαχὴλ κλαίουσα οὐχὶ τὰ τέκνα ἑαυτῆς ἀλλὰ τὸν ἄνδρα καὶ οὐ προσιεμένη παράκλησιν. ἄφετε, οἱ παρακαλοῦντες, ἄφετε. μὴ κατισχύσητε 9.449 παρακαλέσαι. βαρὺ πενθείτω ἡ χήρα. αἰσθέσθω τῆς ζημίας, ἣν ἐζημίωται· καίτοι οὐκ ἀμελέτητός ἐστι τοῦ χωρισμοῦ ἐν τοῖς ἀγῶσι τοῦ ἀθλητοῦ προεθισθεῖσα φέρειν τὴν μόνωσιν. μέμνησθε πάντως ὅπως ὑμῖν ὁ πρὸ ἡμῶν λόγος τοὺς ἀγῶνας τοῦ ἀνδρὸς διηγήσατο, ὅτι διὰ πάντων τιμῶν τὴν ἁγίαν τριάδα καὶ ἐν τῷ ἀριθμῷ τῶν ἀγώνων τὴν τιμὴν διεσώσατο τρισὶ πειρασμῶν προσβολαῖς ἐναθλήσας. ἠκούσατε τὴν ἀκολουθίαν τῶν πόνων, οἷος ἐν πρώτοις, οἷος ἐν μέσοις, ἐν τελευταίοις οἷος ἦν. περιττὴν κρίνω τὴν ἐπανάληψιν τῶν εἰρημένων καλῶς, ἀλλὰ τοσοῦτον εἰπεῖν μόνον ἴσως οὐκ ἄκαιρον· ὅτε τὸ πρῶτον εἶδεν ἡ σώφρων ἐκκλησία ἐκείνη τὸν ἄνδρα, εἶδε πρόσωπον ἀληθῶς ἐν εἰκόνι θεοῦ μεμορφωμένον, εἶδεν ἀγάπην πηγάζουσαν, εἶδε χάριν περικεχυμένην τοῖς χείλεσιν, ταπεινοφροσύνης τὸν ἀκρότατον ὅρον, μεθ' ὃν οὐκ ἔστιν ἐπινοῆσαι τὸ πλέον· κατὰ τὸν ∆αβὶδ τὴν πραότητα, κατὰ τὸν Σολομῶντα τὴν σύνεσιν, κατὰ τὸν Μωϋσέα τὴν ἀγα θότητα, κατὰ τὸν Σαμουὴλ τὴν ἀκρίβειαν, κατὰ τὸν Ἰωσὴφ τὴν σωφροσύνην, κατὰ τὸν ∆ανιὴλ τὴν σοφίαν, κατὰ τὸν μέγαν Ἠλίαν ἐν τῷ ζήλῳ τῆς πίστεως, κατὰ τὸν ὑψηλὸν Ἰω 9.450 άννην ἐν τῇ ἀφθορίᾳ τοῦ σώματος,· εἶδε τοσούτων ἀγαθῶν συνδρομὴν περὶ μίαν ψυχήν· ἐτρώθη τῷ μακαρίῳ ἔρωτι ἐν τῇ ἁγνῇ καὶ ἀγαθῇ φιλοφροσύνῃ τὸν νυμφίον ἑαυτῆς ἀγαπήσασα. ἀλλὰ πρὶν τὴν ἐπιθυμίαν ἐμπλῆσαι, πρὶν ἀναπαῦσαι τὸν πόθον, ἔτι τῷ φίλτρῳ ζέουσα, κατελείφθη μόνη τῶν πειρα σμῶν τὸν ἀθλητὴν ἐπὶ τοὺς ἀγῶνας καλούντων. καὶ ὁ μὲν ἐνήθλει τοῖς ὑπὲρ τῆς ἀληθείας ἱδρῶσιν, ἡ δὲ ὑπέμενεν ἐν σωφροσύνῃ τὸν γάμον φυλάσσουσα. χρόνος ἦν ἐν τῷ μέσῳ πολὺς καί τις μοιχικῶς κατεπεχείρει τῆς ἀχράντου παστάδος. ἀλλ' ἡ νύμφη οὐκ ἐμιαίνετο. καὶ πάλιν ἐπάνοδος καὶ πάλιν φυγὴ καὶ ἐκ τρίτου ὡσαύτως, ἕως διασχὼν τὸν αἱρετικὸν ζόφον ὁ κύριος καὶ τὴν ἀκτῖνα τῆς εἰρήνης ἐπιβαλὼν ἔδωκεν ἀνάπαυσίν τινα τῶν μακρῶν πόνων ἐλπίζειν. ἀλλ' ἐπειδὴ πάλιν εἶδον ἀλλήλους καὶ ἀνενεώθησαν εὐφροσύναι καὶ θυμηδίαι πνευματικαὶ καὶ πάλιν ἀνεφλέχθη ὁ πόθος, εὐθὺς διακόπτει τὴν ἀπόλαυσιν ἡ ἐσχάτη αὕτη ἀποδημία. ἦλθε νυμφοστολήσων ὑμᾶς καὶ οὐ διήμαρτε τοῦ σπουδάσματος. ἐπέθηκε τῇ καλῇ συζυγίᾳ τοὺς τῆς εὐλογίας στεφάνους. 9.451 ἐμιμήσατο τὸν δεσπότην τὸν ἴδιον. ὡς ἐν Κανᾶ τῆς Γαλιλαίας ὁ κύριος, οὕτως καὶ ἐνταῦθα ὁ μιμητὴς τοῦ κυρίου. τὰς γὰρ Ἰουδαϊκὰς ὑδρίας τοῦ αἱρετικοῦ ὕδατος πεπληρωμένας πλήρεις τοῦ ἀκηράτου οἴνου ἐποίησεν ἐν τῇ δυνάμει τῆς πίστεως μεταποιήσας τὴν φύσιν. ἔστησεν ἐν ὑμῖν πολλάκις κρατῆρα νηφάλιον τῇ γλυκείᾳ ἑαυτοῦ φωνῇ δαψιλῶς οἰνοχοήσας τὴν χάριν. πολλάκις ὑμῖν προεθήκατο τὴν λογικὴν πανδαισίαν. ὁ μὲν εὐλογῶν καθηγεῖτο, οἱ δὲ καλοὶ οὗτοι μαθηταὶ διηκόνουν τοῖς ὄχλοις λεπτοποιοῦντες τὸν λόγον. καὶ ἡμεῖς ηὐφραινόμεθα τὴν τοῦ γένους ὑμῶν δόξαν οἰκείαν ποιούμενοι.
Ὡς καλὰ μέχρι τούτου τὰ διηγήματα. ὡς μακάριον ἦν τούτοις ἐναπολῆξαι τὸν λόγον. ἀλλὰ μετὰ ταῦτα τί; Καλέσατε τὰς θρηνούσας, ὁ Ἰερεμίας φησίν. οὐ γὰρ